1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

33

τιμωρίᾳ ἀνθρώπων γινόμενον. Ὁ δὲ Κύριος γνοὺς αὐτῶν τὰς ἐνθυμήσεις ἀπεκρίνατο πρὸς αὐτοὺς λέγων· "Ὦ γενεὰ πονηρὰ καὶ μοιχαλίς, σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου." Ὥσπερ γὰρ ἔμεινεν Ἰωνᾶς ἐνδομυχῶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ μετὰ ταῦτα ζῶν ἀδιάφθορος ἐξῆλθεν, οὕτως κἀγὼ τελευτῶν καὶ μένων ἐν τῇ γῇ τρεῖς ἡμέρας μετὰ ταῦτα ζῶν ἄφθαρτος ἐκ νεκρῶν ἀνίσταμαι. 3.20 Ἄλλοτε δὲ πάλιν, ὅτε τὸ φραγέλλιον ἐκ σχοινίων ἐποίησε καὶ ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, ἔλεγον αὐτῷ· "Τί δεικνύεις σημεῖον, ὅτι ταῦτα ποιεῖς;" καίτοι πολλῶν σημείων γενομένων παρ' αὐτοῦ. Ὁ δὲ πάλιν ἔλεγεν αὐτοῖς· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν", ἐπ' ἀμφοτέρων τὰ αὐτὰ ἀποκρινάμενοςλέγω δὴ τὴν τοῦ σώματος ἑαυτοῦ ἀνάστασιν, ἵνα εἴπῃ· Ὅταν ἴδητέ με ἐκ νεκρῶν ἀνιστάμενον καὶ ἐπὶ ὀνόματί μου τὰ θαύματα γινόμενα, τότε γνώσεσθε τὴν ἡμετέραν δύναμιν καὶ τὸν ἡμέτερον εὐαγγελισμόν, ὅτι ἡ ἐμὴ παρουσία οὐκ ἐπὶ τιμωρίᾳ τῶν ἀνθρώπων γίνεται, ἀλλ' ἐπὶ τῇ ἀναστάσει καὶ τῇ ἀθανασίᾳ καὶ τῇ ἀφθαρσίᾳ καὶ τῇ ἀτρεπτότητι καὶ τῇ μακαριότητι τῇ παρεχομένῃ τοῖς ἀνθρώποις. Καταλλήλως οὖν ὧν ἐδίδασκε καὶ τὰ σημεῖα εἰργάζετο. 3.21 Τοῦτο δὲ αὐτὸ καὶ ὁ Ματθαῖος δηλοῖ λέγων οὕτως· "Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν", ἵνα εἴπῃ· Ἀνάλογα ὧν ἐκήρυττε θαύματα ἐργαζόμενος. Ὁ δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς οὕτως φησὶν ὅτι· "Πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Ἔλεγεν οὖν καὶ αὐτὸς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν;" Ὁ δὲ Πέτρος ταχύτατα ἐκ προσώπου πάντων ἀποκρινόμενος ἔφη· "Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ Θεοῦ", τοῦτο λέγων καὶ αὐτός· Ἅπερ ἡμᾶς διδάσκεις, ὁρῶμεν καὶ δι' ἔργων παρὰ σοῦ γινόμενα· ἐπαγγέλλῃ γὰρ ἡμῖν ζωὴν καὶ βασιλείαν αἰώνιον, καὶ πάντα τὰ γινόμενα παρὰ σοῦ εἰς ζωὴν τῶν ἀνθρώπων ὁρῶμεν συντείνοντα. Πῶς οὖν ἔχομέν σε καταλείπειν καὶ ἑτέρῳ προσκολλᾶσθαι; Ἡ μερὶς οὖν ἡμῶν μετὰ σοῦ ἐστι, Κύριε Ἰησοῦ Χριστέ. Ἀμήν. 3.22 Ἀπορήσειε δ' ἄν τις λέγων· Πῶς μηδὲ ἓν αὐτοῦ σημεῖον πεποιηκότος πρὸς τιμωρίαν ἀνθρώπων, καθάπερ ἔφης, τὸ φραγέλλιον λαβὼν ἐτύπτησεν τοὺς ἐν τῷ ναῷ πωλοῦντας καὶ ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ; Ἀπόκρισις· ψεῦδος τὸ λεγόμενον· οὐκ ἐτύπτησε γὰρ ὅλως ἄνθρωπον, ἀλλὰ θαυμαστῇ καὶ πρεπούσῃ καὶ ἀκολούθῳ τάξει ἐχρήσατο· τὰ γὰρ ἄλογα μόνα ἐτύπτησεν, ὡς γέγραπται· "Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας", ἵνα εἴπῃ ὅτι ταῦτα ὡς ἔμψυχα μέν, ἄλογα δέ, ἐτύπτησεν, ἀπελαύνων πάντα ἐκ τοῦ ἱεροῦ τὰ καὶ προσφερόμενα εἰς θυσίαν κατὰ νόμον, δηλῶν καὶ διὰ τούτου παύεσθαι τὴν ἰουδαϊκὴν κατάστασιν. 3.23 Τὰ δὲ ἄψυχα καὶ ἀναίσθητα ὤθησε καὶ κατέστρεψεν, ὡς γέγραπται· "Καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς τραπέζας κατέστρεψε." Τοὺς δὲ λογικοὺς οὐδὲ ἐτύπτησεν, οὔτε ὤθησεν, ἀλλὰ λόγῳ ἐπαίδευσεν, ὡς γέγραπται, καὶ τοῖς πωλοῦσιν τὰς περιστερὰς εἶπεν· "Ἄρατε ταῦτα ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου", διὰ πάντων δηλώσας ὅτι τὰ προσφερόμενα ἐν τῇ πρώτῃ σκηνῇ κατὰ νόμον εἰς θυσίαν παυθήσονται, ἑτέρα δέ τις κατάστασις ἀντεισαχθήσεται ἁρμόζουσα τῇ ἐσωτέρᾳ σκηνῇ, ἥτις καὶ τύπος ἦν τῶν οὐρανίων, τουτέστι τῆς μελλούσης καταστάσεως. 3.24 Ἐκείνων δὲ τῶν Ἰουδαίων αἰσθομένων ὡς τὴν παῦλαν τῆς ἰουδαϊκῆς καταστάσεως αὐτοῖς ᾐνίττετο, ἐπεζήτουν αὐτὸν λέγοντες· "Τί δεικνύεις σημεῖον, ὅτι ταῦτα ποιεῖς;" Ὁ δὲ πρὸς αὐτοὺς ἁρμοδίως ἐξ αὐτοῦ τοῦ προκειμένου αἰνιγματωδῶς ποιήσειν ἐπηγγείλατο, λέγω δὴ τὴν κατάλυσιν τοῦ ναοῦ καὶ τὴν ἀνακαίνισιν αὐτοῦ, ὅτι ἡ μὲν κατάλυσις τοῦ ναοῦ, ἤγουν τοῦ σώματος αὐτοῦ, κατάλυσίς ἐστι τοῦ κόσμου τούτου· ἡ δὲ ἀνακαίνισις καὶ ἀλλαγὴ τοῦ ναοῦ, ἤγουν τοῦ σώματος αὐτοῦ, ἀνάδειξις