1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

88

Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα." Καὶ πάλιν· "Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ μένουσαν." Καὶ πάλιν· "∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες." Καὶ πάλιν· "Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν." Καὶ πάλιν· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου." Καὶ πάλιν· "Ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης." Καὶ πάλιν· "Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ· ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν." Καὶ πάλιν· "Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Καὶ πάλιν· "Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ." 5.218 Καὶ πάλιν· "Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς." Καὶ πάλιν· "Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις." Καὶ πάλιν· "Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευσαν, ἀφ' ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν." Καὶ πάλιν· "Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός." Καὶ πάλιν· "Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος." 5.219 Ἀλλὰ καὶ ἐν ταῖς Πράξεσιν, ὅτε τῷ Φήστῳ καὶ τῷ Ἀγρίππᾳ ἐπὶ βήματος διελέγετο, ταῦτά φησι· "Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ· τί ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;" Καὶ πάλιν· "Ἕνεκα τούτων Ἰουδαῖοι συλλαβόμενοί με ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυγχάνων τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσι." Καὶ εἰ θελήσομεν πάσας τὰς τοῦ Ἀποστόλου χρήσεις ἀναλέξασθαι περὶ τούτου, σχεδὸν τὰς δεκατέσσαρας αὐτοῦ Ἐπιστολὰς δι' ὅλου εὑρήσομεν περὶ τούτου λεγούσας, ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν ἐπειγόμεθα δραμεῖν, ὅθεν καὶ παραγγέλλει λέγων· "Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν", "κατάπαυσιν" αὐτὴν εἰρηκώς, ὡς ἑτέρας μὴ οὔσης μετ' αὐτήν, ἀλλὰ καὶ "βασιλείαν ἀσάλευτον", ἵνα εἴπῃ διαδοχὴν μὴ ἔχουσαν. Παραγραφή 5.220 Τί δεῖ λέγειν καὶ περὶ τούτου τοῦ σκεύους τῆς ἐκλογῆς, τῆς ἠχούσης μεγάλης σάλπιγγος νέας ἐν τοῖς ἔθνεσι, τῆς συναγούσης τὰ ἔθνη καὶ τὸν Ἰσραὴλ εἰς μίαν Ἐκκλησίαν; Ὅτι καὶ αὐτὴ ἡ πρώτη αὐτοῦ ἐκλογὴ ἐξ οὐρανῶν τοῦ Ἰησοῦ προσκαλεσαμένου ἐγένετο, καὶ μαθὼν οὐκ ἠπείθησε τῇ οὐρανίῳ ὀπτασίᾳ. Οὗτος πάλιν ἁρπαγείς, περιὼν ἐν τῇ νῦν καταστάσει, ἕως τρίτου οὐρανοῦ τῶν ἀγγέλων τὰς τάξεις ἐθεάσατο, τῶν ἀοράτων ∆υνάμεων τὴν λειτουργίαν κατώπτευσε, τῶν Ἀρχῶν καὶ τῶν Ἐξουσιῶν καὶ Κυριοτήτων καὶ πασῶν τῶν ∆υνάμεων τῶν κατωνομασμένων ἐμβατεύσας καὶ κατοπτρισθεὶς τὴν διακονίαν ἐβόα· "Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς