1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

147

σφαίρας καὶ τὴν ἀστρονομίαν καὶ ἀστρολογίαν ἐρανισάμενοι. 12.12 Ὀψὲ γάρ ποτε φανέντες ἐν βίῳ τὸν κόσμον ἀΐδιον ἐδόξασαν· παρ' ἑτέρων τὸν οὐρανὸν σφαῖραν ὑπονοεῖν διδαχθέντες, ὡς αὐτοὶ πρῶτοι τοῦτο δοξάσαντες τὸν κανόνα τῆς ἀστρονομίας ὡς ἴδιον ἐξέθεντο· παρ' ἑτέρων τὰ γράμματα διδαχθέντες, συγγραφεῖς ἀρχαίους καὶ πρώτους ἑαυτοὺς ὑποτίθενται· παρ' ἑτέρων διδαχθέντες νομοθετεῖν, νομοθέτας ἀρχαίους καὶ δικαιάρχους ἑαυτοὺς ἀνεζωγράφησαν· πλατύτητα γλώττης καὶ κάλλος λόγου παρὰ τοῦ δοτῆρος Θεοῦ κομισάμενοι, τῷ δοτῆρι Θεῷ ἀχαριστοῦντες τοῖς αὐτοῦ λόγοις ἀπειθοῦσι· πάντα παρὰ Θεοῦ καὶ τῶν πρὸ αὐτῶν κομισάμενοι τοὺς πάντας ἀθετοῦσι καὶ ὡς ἴδια σοβαρῶς σφετερίζονται. 12.13 Μαχόμενοι γὰρ τοῖς θείοις λόγοις τοῖς λέγουσιν "ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν" ἀντιβοῶσιν οἱ βέλτιστοι λέγοντες· Οὐκ ἔστιν οὕτως, σφαιροειδὴς γάρ ἐστι, καὶ τοῦτο πρόδηλον ἐκ τῶν προλεγομένων παρ' ἡμῶν ἐκλείψεων· ἔτι δὲ ἀνάστασιν νεκρῶν ἀκούοντες κηρυττομένην ἐν αὐτοῖς, ἀδυνατοῦν τοῦτο γενέσθαι· τὸν ὑπὸ μυρίων γὰρ σωμάτων ἐκ διαδοχῆς δαπανηθέντα, πῶς ἐνδέχεται ἀναστῆναι; Καὶ ἁπλῶς εἰπεῖν, κατασοφίζονται τοῦ δοτῆρος τῆς γλώττης, ἀνατρέπειν ἐπιχειροῦντες τὰ δόγματα τῆς αὐτοῦ Ἐκκλησίας. 12.14 Καίτοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν αὐτοῖς γενέσθαι ἀγαθουργῶν καὶ προνοῶν, καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας τετρακόσια καὶ προσέτι ἐπὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου, μετὰ τὸν πόλεμον τὸν Τρωϊκόν, ὅτε καὶ διέπρεψαν οἱ Ἕλληνες, ἐφανέρωσεν αὐτοῖς τινα γνωρίσματα τῆς αὐτοῦ ἀγαθότητος, οἷόν τι λέγω Ἀλέξανδρος ὁ Μακεδὼν παρερχόμενος τὰ Ἱεροσόλυμα, πολεμῆσαι τὸν ∆αρεῖον ἀπερχόμενος, συναντήσαντι τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων μεθ' οὗ σχήματος ἐφόρει, τοῦ ἀρχιερατικοῦ λέγω, κατελθὼν αὐτὸς ἀπὸ τοῦ ἵππου ἀσμένως ἠσπάσατο· τῶν δὲ ἰδίων μεμψαμένων αὐτῷ καὶ εἰπόντων· ∆ιατί οὕτω πεποίηκας; Αὐτὸς ἀπολογούμενος ἔφη· Ἐξ ἀρχῆς ἐν τῇ Μακεδονίᾳ ἐξερχομένου μου τοιούτῳ σχήματι φορῶν ὤφθη μοί τις κατ' ὄναρ, ὃς ἔλεγεν· Ἔξελθε καὶ νικᾷς· ὅθεν λοιπὸν καὶ αὐτὸς θυσίας ἔθυσε τῷ Θεῷ καὶ πολλὰ δῶρα προσήνεγκεν εἰς τὸν ναὸν καὶ τῇ χώρᾳ τῶν Ἰουδαίων πολλὰ ἐχαρίσατο. 12.15 Μετέπειτα Πτολεμαῖος, ὁ ἐπίκλην Φιλάδελφος, περιεργασάμενος καὶ μαθὼν παρὰ Τρύφωνος τοῦ Φαληρέως περὶ τῶν ἰουδαϊκῶν βιβλίων, σπουδαίως ζητήσας παρὰ τῷ ἀρχιερεῖ Ἐλεαζάρῳ, ἀποστείλας δῶρα πολλὰ καὶ τῷ ναῷ καὶ τῷ ἀρχιερεῖ, ταύτας ἐδέξατο σὺν ἑβδομήκοντα πρεσβυτέροις, οἵτινες καὶ ἀπὸ τῆς ἑβραΐδος γλώττης μετέφρασαν εἰς τὴν Ἑλλήνων γλῶτταν καὶ ἐν τῇ ἰδίᾳ βιβλιοθήκῃ ἀνέθηκαν. Ἦν δὲ καὶ τοῦτο θείας προνοίας ἔργον, ἵνα πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας προητοιμασμένον ᾖ καὶ μὴ ὕστερον γινόμενον ἐπὶ τῶν ἀποστόλων ὕποπτον γένηται τοῖς πολλοῖς, ὡς πρὸς τὸ κεχαρισμένον ἑαυτοῖς ἑρμηνεύσαντες τὰ παρὰ τῶν προφητῶν πάλαι εἰρημένα περί τε τοῦ Χριστοῦ καὶ τῆς κλήσεως τῶν ἐθνῶν. 12.16 Ὁ Φύσκων πάλιν Πτολεμαῖος νικήσας τοὺς Ἰουδαίους καὶ βουλόμενος αὐτοὺς ἐνταῦθα τῇ Ἀλεξανδρείᾳ ἀπολέσαι διὰ τῶν ἐλεφάντων, καὶ παραδόξως τοῦ Θεοῦ ἀντιστρέψαντος ἐπὶ τὴν αὐτοῦ στρατιὰν τὸν θυμὸν τῶν θηρίων, σέβειν τὸν ἐν αὐτοῖς Θεὸν ἐδιδάσκετο, τιμαῖς γεραίρων καὶ θυσίαις καὶ προσφοραῖς ἀναθημάτων τοῦ λοιποῦ αὐτὸν τὸν ὄντως ὄντα Θεὸν καὶ τὸν αὐτοῦ λαόν, τουτέστι τοὺς Ἰουδαίους. Καὶ ἕτεροι τῶν τῆς μακεδονικῆς ἀρχῆς γενόμενοι βασιλεῖς συμμάχους τοῖς ἰδίοις προσεκαλοῦντο· ἄλλοι δὲ καὶ πολεμεῖν αὐτοῖς προῃρημένοι καὶ ἐπὶ ἱκανὸν χρόνον δουλωσάμενοι, ὕστερον τὴν τοῦ Θεοῦ ῥοπὴν ἑώρων ἐνεργοῦσαν ἐν αὐτοῖς καὶ ὡς πρὸς βοήθειαν αὐτῶν διεγειρομένην καὶ ἑαυτοὺς νικωμένους ὑπ' αὐτῶν, ὑπὸ ἐλαχιστῶν καὶ εὐαριθμήτων ἀνδρῶν. 12.17 Καὶ ἁπλῶς εἰπεῖν, διὰ τῶν πολέμων καὶ τῶν παραδόξων καὶ τῶν ἐνυπνίων καὶ τῶν βιβλίων προεγυμνάζοντο διδασκόμενοι τὸν ὄντως ὄντα Θεόν, τοῦτον ὃν Ἰουδαῖοι σέβονται, ἵνα καὶ αὐτοὶ ἑτοιμότεροι γένωνται πρὸς ὑποδοχὴν τοῦ χριστιανισμοῦ, ὥστε καὶ ἐπὶ τῶν καιρῶν