1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

123

τοὺς δέκα ἀναβαθμοὺς κατὰ τὸ Γράμμα τὸ ἱερόν. Εἰ γὰρ ἦν τὸ ἔμπαλιν τρίτη ὥρα τῆς ἡμέρας, οὐδὲ ἡ σκιὰ ἤδη δραμοῦσα ἀνέτρεχεν, οὔτε ὁ ἥλιος ἀνεπόδιζεν εἰς τοὐπίσω, εἰ καὶ συνέβη τὴν θύραν καὶ τοὺς ἀναβαθμοὺς τοῦ οἴκου Ἐζεκίου ἐπὶ τὴν δύσιν ὁρᾶν. Καὶ ταῦτα μὲν περὶ τῆς θέσεως τοῦ οἴκου. 8.17 Ἡ αἰτία δὲ τοῦ τοιούτου σημείου αὕτη ἐστίν, ὅτιπερ τὰ πολλὰ τῶν ἐθνῶν, τάχα δὲ πάντα, τῇ στρατιᾷ τοῦ οὐρανοῦ μᾶλλον δουλεύοντα τὸν ἥλιον τιμῶσιν, ὡς μείζονα πάντων θεὸν καὶ πατέρα φώτων ὄντα. Τοῦτον οὖν ἀναποδίσαι κελεύσας ὁ Θεὸς ἐδήλωσε πᾶσι τοῖς ἔθνεσιν ἑαυτὸν μὲν εἶναι τοῦ παντὸς ∆εσπότην, δοῦλον δὲ τοῦτον ὑπάρχειν καὶ οὐ θεόν· εἰ γὰρ τὸ τηλικοῦτο στοιχεῖον ἀναποδίσαι παρὰ τὴν συνήθειαν προσέταξε, πόσῳ μᾶλλον τοῖς ἥττοσιν ὡς ἰδίοις δούλοις κεχρημένος κελεύειν δύναται; 8.18 Ἐρῶ δὲ σὺν Θεῷ καὶ τί τὸ ἐντεῦθεν κέρδος ἐγένετο. Ἀναδραμόντος τοίνυν τοῦ ἡλίου, πᾶσι τοῖς ἔθνεσιν ἕως ἐσχάτου τῆς γῆς γνωστὸς γέγονεν, ὥστε καὶ τὸν βαβυλώνιον βασιλέα, Μεωδάχ, υἱὸν τοῦ Λααδάν, πόρρωθεν ὄντα καὶ θεωρήσαντα τὸ σημεῖον εἰς ἔκπληξιν καὶ ἔρευναν ἐλθεῖν τοῦ φοβεροῦ καὶ παραδόξου θαύματος. Θάμβος γὰρ καὶ φόβος περιεῖχεν αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ μεγιστᾶνας μετὰ σπουδῆς ζητοῦντας, περὶ τὴν ἀστρονομίαν πάντας ἐπτοημένους, τοῦ τοιούτου φοβεροῦ καὶ μεγάλου σημείου τὴν αἰτίαν μαθεῖν. Πολλῆς δὲ ζητήσεως γενομένης, μανθάνει ὡς Ἐζεκίας, ὁ βασιλεὺς τῆς Ἰουδαίας, ἀρρωστίᾳ περιπεσὼν καὶ εἰς ἀπόγνωσιν ἐλθὼν ηὔξατο τὸν Θεόν, καὶ δέδωκεν αὐτῷ ὑγείαν καὶ προσθήκην ζωῆς ἐτῶν δεκαπέντε· ἕνεκα τούτου πρὸς πίστωσιν τῆς ἐπαγγελίας ἐποίησεν ὁ Θεὸς τὸ μέγα καὶ φοβερὸν σημεῖον τοῦτο, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῶν θεῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. 8.19 Ταῦτα μαθὼν καὶ παιδευθεὶς ἔργῳ ὁ Βαβυλώνιος αὐτὸν εἶναι Θεὸν τοῦ παντὸς τάχιστα πολλὰ δῶρα καὶ πρεσβείαν τῷ Ἐζεκίᾳ ἀπέστειλεν, ὡς δούλῳ γνησίῳ καὶ ἀγαπωμένῳ παρὰ τοῦ Θεοῦ τῶν ὅλων. Ἐν ταὐτῷ δὲ πάλιν διδάσκεται ὡς οὐ σφαῖρα στρεφομένη κατὰ τὴν τῶν Βαβυλωνίων δόξαν, ἣν ὡς ἀπὸ τῆς πυργοποιΐας ἐφ' ὑψηλοῦ ποτε γενόμενοι πρῶτοι ὑπώπτευσαν, ὁ οὐρανὸς ὑπάρχει, ἀλλ' ἱστάμενος καὶ πεπηγὼς εἰς γῆν ὡς καμάρα. Εἰ γὰρ ἦν σφαῖρα, οὐκ ἂν τοῦ παντὸς ἐπὶ τὰ πρόσω στρεφομένου ὁ ἥλιος τὴν ἐναντίαν ἐβάδισε μὴ συμπεριφερόμενος τῷ παντί, ὥστε ὡρῶν τριῶν διάστημα, τουτέστι τέταρτον ἡμέρας, ἀναπο δίσαι, καὶ πάλιν ἕτερον τέταρτον, ἕως ὅτε ἦλθεν εἰς τὸν τόπον, ἐξ οὗπερ τὴν ὑποστροφὴν ἐποιήσατο. 8.20 Περὶ τούτων δὲ πάντων τῶν σχημάτων ἐν τῇ Χριστιανικῇ καὶ περιεκτικῇ Κοσμογραφίᾳ, ὡς οἶσθα καὶ αὐτός, θαυμάσιε, κατεγράψαμεν, τοῦ θεοφιλοῦς Παμφίλου τοῦ Ἱεροσολυμίτου ἡμᾶς εἰς τοῦτο προτρεψαμένου. Αὐτὸς γὰρ ὁ προφήτης, δι' οὗ γέγονεν ὁ ἀναποδισμὸς τοῦ ἡλίου, ἔργῳ ἀνελὼν διὰ τοῦ φοβεροῦ σημείου τὴν ὑπόνοιαν τῶν Βαβυλωνίων ὡς οὐκ ἔστι σφαῖρα στρεφομένη ὁ οὐρανός, ἀλλὰ πεπλασμένην δόξαν δοξάζουσι, μετ' οὐ πολὺ αὐτοῦ τοῦ οὐρανοῦ τὸ σχῆμα λέγει οὕτως· "Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν", καὶ πάλιν· "Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν", ὁμοῦ καὶ τὸ σχῆμα δηλώσας ὅτι ὡς καμάρα ἐστί, καὶ "στήσας" καὶ "πήξας", καὶ μὴ στρεφόμενον, εἰπών. Τοιαῦτα δὲ συγγραψάμενος, εὔδηλον ὡς καὶ τοὺς Βαβυλωνίους ὠφέλησεν. 8.21 Ἔνεστι γὰρ μαθεῖν τῷ βουλομένῳ ἐκ τῶν κατὰ τὸν βασιλέα Περσῶν Κῦρον γενομένων. Λαβὼν γὰρ μετὰ χεῖρας τὴν βίβλον Ἠσαΐου καὶ ἀναγνοὺς εὗρεν τὴν περιοχὴν τὴν περὶ αὐτοῦ προρρηθεῖσαν γεγραμμένην· φησὶ γὰρ Ἠσαΐας ἐν τῇ περιοχῇ οὕτως· "Τάδε λέγει ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεός, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου καὶ Ἰσραὴλ τοῦ