1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

141

Ἀσώματος κατῆλθον δι' ὑμᾶς, ἐκεῖ γενέσθαι μετὰ τοῦ σώματος συμφέρον· πρὸς οὐρανὸν γὰρ ὑμῶν ἑλκύσαι τὸ γένος προῄρημαι· δεῖ με μετὰ σαρκὸς τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν ἀπολαβεῖν· ἐγκαινίσαι με δεῖ τὴν ξένην πορείαν καὶ δεῖξαι βατὸν τοῖς ἀνθρώποις τὸν οὐρανόν· ὁδεύω πρῶτος διὰ τοῦ ἀέρος, ἵνα καὶ ὑμεῖς ὕστερον "ἁρπαγῆτε εἰς ἀέρα ἐν νεφέλαις εἰς τὴν ἡμετέραν ἀπάντησιν". 10.74 Καὶ τούτου ἀκοῦσαι ᾠήθην τὸν ἀναγινώσκοντα, πῶς τὸν ἄνθρωπον διαρρήδην βοᾷ δυσχεραίνοντα πρὸς ἀποβίωσιν, καὶ τοῦτον διὰ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἀφθαρσίαν καὶ ἀνακαινισμὸν φύσεως λαμβάνοντα καὶ ζωοποίησιν, τὸν πρώην πάθεσιν ὑπουργοῦντα καὶ κοπούμενον διὰ τὴν περικειμένην ἀσθένειαν, καὶ πρὸς οὐρανὸν ἔτι ἑλκυσθέντα καὶ τῆς ἐκ δεξιῶν καθέδρας ἠξιωμένον καὶ τὴν ξένην πορείαν πρῶτον δραμόντα καὶ βατόν, πρῶτος ἀνθρώπων, τὸν οὐρανὸν ποιήσαντα. 10.75 Ὢ τῶν ἀσυμφώνων συμφωνία, ὢ τῶν ἀποσχιστῶν ἀκούσιος συνάφεια, ὢ τῶν λοιδόρων οὐχ ἑκούσιος εὐφημία, ἤγουν συγκατάθεσις. Πῶς κατὰ πάντα οὐκ ἐδείχθημεν τέκνα τῆς Ἐκκλησίας; Πῶς οὐ πρόδηλον ὅτι ξένην ὁδὸν οὐκ ἐτρίψαμεν; Πῶς οὐ κατὰ πάντα κατάκριτοι οἱ τούτοις πᾶσιν ἀπειθοῦντες, ἢ ἀντιλέγοντες; Πῶς οὐ κατὰ πάντα μεμαρτυρημένη ἡ ἡμετέρα γραφὴ γνήσιον τῆς ἐκκλησιαστικῆς παραδόσεως γέννημα; Θεὸς μάρτυς, εἶτα ἀπόστολοι, προφῆται, ἁγίων πατέρων πολυώνυμος χορός. 11.τ ΛΟΓΟΣ ΙΑʹ Καταγραφὴ περὶ ζῴων ἰνδικῶν καὶ περὶ δένδρων ἰνδικῶν καὶ περὶ τῆς Ταπροβάνης νήσου. 11.1 Τοῦτο τὸ ζῷον καλεῖται ῥινόκερως διὰ τὸ ἐν τοῖς μυκτῆρσι τὰ κέρατα ἔχειν· ὅτε δὲ περιπατεῖ, σαλεύονται τὰ κέρατα, ὅτε δὲ ὁρᾷ μετὰ θυμοῦ, ἀποτείνει αὐτὰ καὶ ἀσάλευτα εὑρίσκονται, ὥστε καὶ δένδρα δύνασθαι ἐκριζοῦν ἐν αὐτοῖς μάλιστα τὸ ἔμπροσθεν. Τοὺς δὲ ὀφθαλμοὺς κάτω περὶ τὰς γνάθους ἔχει. Φοβερώτατον δέ ἐστι πάνυ μάλιστα καὶ τῷ ἐλέφαντί πως ἀντικείμενον· οἱ πόδες δὲ καὶ τὸ δέρμα παραπλήσιά εἰσι τῷ ἐλέφαντι. Ἔχει δὲ καὶ τὸ πάχος τοῦ δέρματος αὐτοῦ ξηραινόμενον δακτύλους τέσσαρας, καὶ ἐξ αὐτοῦ ἔνιοι βάλλουσιν ἀντὶ σιδήρου εἰς τὰ ἄροτρα καὶ ἀροτριοῦσι τὴν γῆν. 11.2 Καλοῦσι δὲ αὐτὸ οἱ Αἰθίοπες τῇ ἰδίᾳ διαλέκτῳ ἀρουὴ ἅρισι, δασύνοντες τὸ δεύτερον ἄλφα καὶ οὕτω προστιθέντες τὸ ῥισί, ἵνα εἴπῃ διὰ τοῦ μὲν ἀρουὴ θηρίον, διὰ τοῦ δὲ ἅρισι ἀροτριοῦν, ἐκ τοῦ σχήματος τοῦ περὶ τοὺς ῥώθωνας, ἅμα δὲ καὶ τοῦ δέρματος τὴν ἐπωνυμίαν αὐτῷ τεθεικότες. Τεθέαμαι δὲ καὶ ζῶντα ἐν τῇ Αἰθιοπίᾳ ἀπὸ μακρὰν ἱστάμενος καὶ νεκρὸν ἐκδαρὲν καὶ καταγγισθὲν ἄχυρα καὶ ἱστάμενον ἐν οἴκῳ βασιλικῷ, ὅθεν ἀκριβῶς κατέγραψα. 11.3 Τοῦτο τὸ ζῷον ὁ ταυρέλαφος καὶ ἐν τῇ Ἰνδίᾳ καὶ ἐν τῇ Αἰθιοπίᾳ εὑρίσκεται. Ἀλλὰ τὰ μὲν τῆς Ἰνδίας ἥμερά εἰσι,καὶ ἐν αὐτοῖς ποιοῦσιν ἐν δισακκίοις βασταγὰς πιπέρεως καὶ ἑτέρων φορτίων, καὶ γάλα ἀμέλγουσιν ἐξ αὐτῶν καὶ βούτυρον. Ἅμα δὲ καὶ τὸ κρέας ἐσθίομεν, οἱ μὲν χριστιανοὶ σφάζοντες, οἱ δὲ Ἕλληνες κοτραφίζοντες. Τὰ δὲ τῆς Αἰθιοπίας ἄγριά εἰσι καὶ ἀνήμερα. 11.4 Ἡ δὲ καμηλοπάρδαλις ἐν τῇ Αἰθιοπίᾳ μόνῃ εὑρίσκεται· καὶ αὗται πάλιν ἀνήμεραι καὶ ἄγριαί εἰσιν. Ἐν δὲ τῷ παλατίῳ εἰς λόγον τοῦ βασιλέως ἡμεροῦσιν ἀπὸ μικρόθεν μίαν ἢ δύο πρὸς θέαν αὐτοῦ. Ὅτε δὲ παραβάλλουσιν αὐτῇ πιεῖν ἔμπροσθεν τοῦ βασιλέως εἰς λεκάνην ἢ γάλα ἢ ὕδωρ, εἰ μὴ ἁπλώσει τοὺς ἔμπροσθεν δύο πόδας, οὐ δύναται φθάσαι καὶ πιεῖν εἰς τὴν γῆν διὰ τὸ καὶ τοὺς πόδας καὶ τὸ στῆθος καὶ τὸν τράχηλον ὑψηλὰ ὑπάρχειν· ἀναλόγως οὖν διασχίζουσα τοὺς ἔμπροσθεν πόδας τότε δύναται πιεῖν. Καὶ ταῦτα ὡς οἴδαμεν διεγράψαμεν. 11.5 Ἀγριόβους ἐστὶ μέγας, τῆς Ἰνδικῆς τοῦτο τὸ ζῷον, ἐξ οὗ ἐστιν ἡ λεγομένη τοῦφα, ᾗ κοσμοῦσι τοὺς ἵππους καὶ τὰ βάνδα οἱ ἄρχοντες εἰς τοὺς κάμπους. Φασὶ δὲ περὶ αὐτοῦ ὅτι, ἐὰν ἀντιλάβηται δένδρον τῆς οὐρᾶς, οὐκ ἔτι κλίνεται, ἀλλ' ἵσταται ἀηδῶς ἔχων ἐᾶσαι μίαν τρίχα ἐξ αὐτῆς· λοιπὸν ἔρχονται οἱ ἐγχώριοι καὶ κόπτουσι τὴν οὐράν, καὶ τότε φεύγει τὸ πᾶν τῆς οὐρᾶς ἀπολέσας. Αὕτη ἡ φύσις τῷ ζῴῳ. 11.6 Τὸ δὲ μικρὸν ζῷόν ἐστιν ὁ μόσχος· καλοῦσι δὲ αὐτὸ τῇ ἰδίᾳ διαλέκτῳ οἱ ἐγχώριοι καστοῦρι. ∆ιώκοντες δὲ αὐτὸ