1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

76

καὶ τῶν μάγων κατ' ὄναρ χρηματισθέντων, ὡς δηλοῖ τὰ Εὐαγγέλια, δι' ὁράσεων δὲ Συμεὼν χρηματισθεὶς ὑπὸ τοῦ Πνεύματος εἰς τὰς ἀγκάλας τὸν ∆εσπότην ὑπεδέξατο· Ἄννα πάλιν ἡ τοῦ Φανουὴλ ἀνθομολογουμένη τῷ Κυρίῳ περὶ αὐτοῦ· προφητεύοντες δέ, ὡς Ἄγαβος καὶ αἱ θυγατέρες Φιλίππου· καὶ αἱ γυναῖκες δὲ αἱ ἐπὶ τὸ πάθος τοῦ Κυρίου ὀπτασίας ἀγγέλων ἐθεάσαντο, καὶ οἱ μαθηταὶ ὁμοίως. 5.150 Τί δὲ δεῖ λέγειν καὶ περὶ τῆς καθόδου τοῦ ἁγίου Πνεύματος ἐπὶ τοὺς ἀποστόλους γενομένης, ἀλλὰ καὶ ἐπὶ Κορνηλίου καὶ ἐπὶ πάντων τῶν πιστῶν, ὧν γράφει ὁ Ἀπόστολος· "Ὧι μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρῳ προφητεία, ἑτέρῳ γένη γλωσσῶν, ἑτέρῳ δὲ ἑρμηνεία γλωσσῶν, ἑτέρῳ χαρίσματα ἰαμάτων, ἑτέρῳ λόγος γνώσεως, ἑτέρῳ πίστις, ἑτέρῳ ἐνεργήματα δυνάμεων, ἄλλῳ διάκρισις πνευμάτων, πάντα δέ, ἔφη, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται." ∆όξα τῷ διὰ πάντων τῶν προφητῶν προμηνύοντι ταῦτα Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. 5.151 Οὗτος Ἀβδιοὺ ὁ πέμπτος, φησί, καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὕτως· "∆ιότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη." Εἴρηται μὲν κατὰ τὸ πρόχειρον περὶ τῶν Σκυθῶν, τουτέστι τοῦ Γὼγ καὶ τοῦ Μαγώγ, κυριώτερον δὲ ἁρμόζει ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ· ἐπιφέρει γὰρ μετ' ὀλίγα· "Ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία." Παραγραφή Καὶ οὗτος πάλιν ἐγγὺς εἶναι ἡμέραν Κυρίου σωτηριώδη ἐν τῇ Σιών, καὶ ἐπὶ πάντα τὰ ἔθνη, 20διαρρήδην κηρύττει20. ∆όξα τῷ Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. 5.152 Οὗτος Ἰωνᾶς ἕκτος, ὃς οὐ διὰ λόγων, ἀλλ' ἔργῳ καὶ τύπῳ προεμήνυσε τὴν ἀνάστασιν τοῦ Χριστοῦ· φησὶ γὰρ ὁ Κύριος· "Ὥσπερ Ἰωνᾶς ἔμεινεν ἐν τῇ κοιλίᾳ τοῦ κήτουςτρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας." Ὥσπερ γὰρ τὸ κῆτος ἀδιάφθορον ἐξήμεσε τὸν Ἰωνᾶν, οὕτως καὶ ὁ τάφος τὸν ∆εσπότην Χριστὸν ἐξήμεσεν εἰς κρείττονα ζωήν. Παραγραφή Καὶ οὗτος τὸν τάφον καὶ τὴν παράδοξον ἀνάστασιν καὶ ἀφθαρσίαν ὡς ἐν τύπῳ δι' ἔργων προεμήνυσε τοῦ ∆εσπότου ἡμῶν Χριστοῦ, δι' οὗ καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνακεφαλαίωσις πάντων ἀνθρώπων οἰκονομεῖται. ∆όξα τῷ ταῦτα ποιοῦντι Θεῷ. Ἀμήν. 5.153 Οὗτος Ναοὺμ ἕβδομος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἀναστάσεως τοῦ ∆εσπότου Χριστοῦ, καί φησιν· "Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου, διότι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν· συντετέλεσται, ἐξῆρται· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενός σε ἐκ θλίψεως." Παραγραφή Πῶς καὶ οὗτος συμφώνως χαίρειν παρεγγυᾷ περὶ τῆς κατὰ Χριστὸν καὶ τῆς ἡμετέρας ἀναστάσεως, τὸ ἀπαλαίωτον ἡμῶν προσημαίνων, τουτέστι τὴν ἀφθαρσίαν καὶ τὴν ἀθανασίαν. ∆όξα τῷ Θεῷ. Ἀμήν. 5.154 Οὗτος Ἀμβακοὺμ ὄγδοος καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὕτως· "Ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε καὶ θαυμάσατε καὶ ἀφανίσθητε, διότι ἐγὼ ἔργον ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται." Ταύτην τὴν χρῆσιν ἁρμοδίως ὁ Παῦλος ἐπὶ τῆς ἀναστάσεως τοῦ ∆εσπότου Χριστοῦ ἐξέλαβεν ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας. Παραγραφή Ὁμοίως καὶ οὗτος παράδοξα καὶ ἄπιστα τοῖς ἀνθρώποις, μάλιστα τοῖς καταφρονηταῖς, πράγματα, δηλονότι περὶ ἀναστάσεως, ἐπαγγέλλεται προσημαίνειν. ∆όξα τῷ Θεῷ. Ἀμήν. 5.155 Οὗτος Σοφονίας ἔνατος καὶ αὐτὸς ἀξιωθεὶς προφητεῦσαι περὶ τοῦ ∆εσπότου Χριστοῦ, καί φησιν οὕτως· "Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν." Πάλιν λέγει· "Ὅτι μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι." Καὶ πάλιν λέγει· "Χαῖρε σφόδρα, θύγατερ Σιών, εὐφραίνου καὶ κατατέρπου, θύγατερ Ἱερουσαλήμ· περιεῖλε Κύριος τὰ ἀδικήματά σου λελύτρωσαι ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ ὁ Κύριος ἐν