1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

120

χεῖρον ποιοῦσι· παρευδοκιμεῖσθαι γὰρ ἡγούμενοι τῇ τῶν νέων συγγραφῇ οὐδὲ προσέχειν αὐτῇ ἀξιοῦσιν, εἰ καὶ λίαν γενναίως συγγράφοιντο οἱ συγγραφόμενοι· πᾶς δὲ ἰδιώτης ἀγνοίᾳ φερόμενος καὶ τὰ καλῶς λεγόμενα ψέγει, καὶ ἁπλῶς εἰπεῖν, πάντων εὔπορος ἡ διαβολὴ καὶ πολλὰς ὕλας τοῦ σκώπτειν ἔχουσα πρὸς τὴν τῶν ψόγων κατασκευήν, ἣν ὁ φθόνος ἀφθόνως χορηγεῖ. 8.2 Ταῦτα κατ' ἐμαυτὸν λογιζόμενος ἀνεβαλλόμην, πολλάκις σου ὀχλήσαντος καὶ τὴν ᾠδὴν τοῦ μακαρίου Ἐζεκίου ἐγγρά φως παρ' ἡμῶν ἑρμηνευθῆναι αἰτήσαντος. Ἀλλ' οὐκ οἶδ' ὅπως αὐτὸς νενίκηκας νῦν, ὦ θαυμασιώτατε, καὶ τὸν ὄκνον ἀφείλου τὸν ἡμέτερον, τοὺς τὸ πονεῖν προῃρημένους μὴ λείπειν φάσκων ἐν τῷ βίῳ, οἷς σπουδὴ τὰ πάντων ἀναγινώσκειν καὶ "δοκιμάζειν τὰ διαφέροντα" κατὰ τὸν θεῖον Ἀπόστολον, ὧν εἷς τυγχάνεις καὶ αὐτός. Ἄξιον γὰρ καὶ τοῦτο τῆς σῆς φιλοπονίας, μαθεῖν βουλόμενος, εἴ τι χρήσιμόν ἐστι λαβεῖν ἐξ αὐτῆς· τό τε γὰρ πεπεῖσθαι ὡς οὐδὲ τὸ σμικρότατον εἶναι δοκοῦν τῆς θείας Γραφῆς ὀλίγην τινὰ παρέχειν τὴν ὠφέλειαν δύναται τῆς σῆς ἂν εἴη περὶ ταῦτα συνέσεως, καὶ μὴν καὶ τὸ διὰ σπουδῆς ἔχειν περὶ ἁπάντων μανθάνειν τί τὸ ἐν αὐτοῖς χρήσιμον οὐ πόρρω καθέστηκε τῆς σῆς φιλοπονίας. 8.3 Ἐγὼ μὲν οὖν, ἐπειδὴ τὴν τοῦ Ἄσματος τῶν ᾀσμάτων ἑρμηνείαν σὺν Θεῷ ἤμελλον πληροῦν, ἣν ὁ κοινὸς καὶ θαυμάσιος φίλος Θεόφιλος ἡμᾶς ᾐτήσατο, ὡς οἶσθα καὶ αὐτός, ἕως τοῦ νῦν ἀνεβαλλόμην· νυνὶ δὲ πληρώσας ἄρξομαι καὶ τὴν σὴν αἴτησιν βουλήσει τοῦ ἁγίου Πνεύματος πληροῦν, οὗ ἄνευ οὐδὲν τῶν ἀγαθῶν ἡμῖν ἐγγενέσθαι δυνατόν. Τὸν σκοπὸν δὲ δι' ὃν τὴν ᾠδὴν ἐξεῖπε προλέγω πρῶτον, εἶθ' οὕτω τὴν κατὰ μέρος ἑρμηνείαν· ἅμα δὲ καὶ τί τὸ ἐν αὐτοῖς χρήσιμον διαγγελῶ· οὕτω γὰρ σαφεστέρα τῶν λεγομένων ἡ δύναμις γενήσεται. 8.4 Ἐζεκίας τοίνυν ὁ μακάριος τῶν Ἰουδαίων βασιλεὺς ὑπάρχων, εὐσεβὴς πάνυ γενόμενος καὶ ἐνάρετος καὶ τῷ Θεῷ μεμελημένος, ἐθεώρει τὸν μακαρίτην ∆αυῒδ πολλοὺς ψαλμοὺς εἰς αὐτὸν προειρηκότα, ὧν εἷς τυγχάνει ὁ ἐννεακαιδέκατος καὶ ὁ εἰκοστὸς ὁμοίως καὶ ἕτεροι πλεῖστοι, ἔτι δὲ καὶ τὴν ἐπὶ τοῦ πατρὸς αὐτοῦ Ἀχὰζ γενομένην ὑπὸ Ἠσαΐου προφητείαν, τὴν "ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν", εἰς ἑαυτὸν ἑλκύσας καὶ ἀνθρώπινόν τι παθὼν ἐπήρθη τῷ λογισμῷ, οἰόμενος ἑαυτὸν εἶναι τὸν προφητευόμενον χριστόν. Ὅθεν τὰ πρῶτα κοινωνῆσαι βίῳ οὐχ εἵλετο διὰ τὸ ἑτέραν ὑπόνοιαν εἶναι ἐν Ἰουδαίοις, ὅτι ὁ χριστὸς ὅταν ἔρχεται οὐδέποτε ἀποθνῄσκει, ἀλλὰ μένει εἰς τὸν αἰῶνα, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγον· "Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα." Ταύτης οὖν τῆς δόξης ὢν ὁ Ἐζεκίας οὐ κατεδέξατο σύμβιον λαβεῖν καὶ ποιῆσαι διαδοχὴν γένους, τουτέστι τέκνα, ἀεὶ ζῆν νομίζων. 8.5 Ὅτε δὲ συνέβη τὸν Σεναχηρεὶμ τὸν τῶν Ἀσσυρίων βασιλέα πολεμῆσαι τὴν Ἰουδαίαν, ἀνελθεῖν δὲ καὶ ἐν Ἱερου σαλὴμ πορθῆσαι αὐτήν, ἀκούσας τὰ παρὰ τοῦ θεομάχου Ῥαψάκου λελεγμένα ὁ Ἐζεκίας, ἔτι δὲ καὶ τὰ παρ' αὐτοῦ τοῦ Σεναχηρεὶμ γραφέντα αὐτῷ, διαρρήξας τὴν βασιλικὴν ἐσθῆτα καὶ ἐνδυσάμενος σάκκον καὶ χοῦν πασάμενος εἰσῆλθεν ἐν τῷ ναῷ, ἱκετεύων τὸν Θεὸν ῥυσθῆναι ἐκ τῶν Ἀσσυρίων. Εἰσακουσθέντος δὲ αὐτοῦ, καὶ ἀναιρεθέντων ἐν μιᾷ νυκτὶ διὰ τοῦ ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἐκ τῆς βοηθείας τῶν Ἀσσυρίων, καὶ νίκης αὐτῷ παραδόξου καὶ τηλικαύτης γενομένης ὑπὸ τοῦ Θεοῦ, ἐπεβεβαίωσεν ἐπὶ πλέον τὴν ὑπόνοιαν, ἣν εἶχε πρότερον, ἑαυτὸν πάντως εἶναι λέγων τὸν προφητευόμενον χριστόν. Ὅθεν πάλιν ἐκ τῆς ἐπάρσεως τοῦ λογισμοῦ φαντασθεὶς ὑπὲρ ἑαυτὸν οὐκ εἰσῆλθε μετὰ τὴν νίκην ἐν τῷ ναῷ, κατὰ τὸ δέον, εὐχαριστῆσαι καὶ δοῦναι δόξαν τῷ Θεῷ, ἀλλὰ μεγάλα ἐφρόνει καθ' ἑαυτόν, ὡς γέγραπται ἐν ταῖς Παραλειπομέναις ὅτι· "Ἐταπεινώθη Ἐζεκίας ἀπὸ ὕψους καρδίας αὐτοῦ", καί· "Κατέλιπεν αὐτὸν Κύριος τοῦ πειρᾶσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ". 8.6 Ὁ δὲ φιλάνθρωπος Θεός, ὁ ἀεὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων πραγματευόμενος, ἐκστῆσαι αὐτὸν βουλόμενος τῆς ὑπονοίας ἐκείνης, ἣν ὡς ἄνθρωπος παριδὼν