1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

57

ἀνατρέχων ἐξηπλοῦτο, τούτου ἕνεκα, ὡς δευτέρα καὶ ἐπ' ἐσχάτων δεικνυμένη, ἐπὶ τὴν δύσιν ἐγένετο. 5.43 ∆ιὰ τοῦτο καὶ ἡ Ἐκκλησία παράδοσιν ἔχει πανταχοῦ μίαν προσκύνησιν τῶν χριστιανῶν πνευματικὴν ἐπ' ἀνατολὰς ποιεῖσθαι τῷ Θεῷ, ὡς ἐκεῖ πρῶτον ἐπιφανέντι τοῖς ἀνθρώποις, μεμνημένη τῶν πάλαι καὶ νῦν εὐχαριστοῦσα τῷ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ γένος τῶν ἀνθρώπων πληθύνοντι καὶ ἐξαπλώσαντι. 5.44 Οἱ γὰρ Ἰουδαῖοι σωματικώτερον περὶ Θεοῦ φρονοῦντες τὴν προσκύνησιν ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα ὁ ναὸς ᾠκοδομήθη, ἐποιοῦντο. Ἔνεστι δὲ μαθεῖν περὶ τούτου ἐκ τῆς κατὰ τὸν ∆ανιὴλ ἱστορίας, ὃς ἀνοίξας τὰς θυρίδας τὰς κατὰ Ἱεροσόλυμα βλεπούσας, ἐπὶ τὸν ναὸν προσέχων τὴν προσκύνησιν ἐποιεῖτο. Ἀμέλει οὖν ὁ ἀνατολικώτερος τῶν Ἱεροσολύμων εὑρισκόμενος ἐπὶ τὴν δύσιν τὴν προσκύνησιν ποιεῖται καὶ ὁ δυτικώτερος, ἐπὶ τὴν ἀνατολὴν καὶ ὁ βορειότερος, ἐπὶ τὸν νότον καὶ ὁ νοτιώτερος, ἐπὶ τὸν βορρᾶν, τρόπον τινὰ οἱ τέσσαρες ἀλλήλοις δεικνύμενοι προσκυνοῦντες. Οἱ δὲ χριστιανοὶ οὐχ οὕτως, ἀλλὰ μονότροπον μίαν προσκύνησιν πνευματικήν, ὡς ἀπεριγράφου ὄντος τοῦ Θεοῦ, ἐπὶ ἀνατολὰς ποιοῦνται τῷ ἐξ ἀρχῆς ἐξ ἀνατολῶν αὐτοῖς ἐπιφανέντι καὶ πληρώσαντι αὐτοὺς ἕως δυσμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Περὶ τῆς στολῆς τοῦ ἱερέωσ 5.45 Ἡ δὲ στολὴ τοῦ ἱερέως ἐστὶν οὕτως· χιτὼν κοσυμβωτὸς καὶ ἐπωμὶς καὶ ποδήρης καὶ κίδαρις καὶ ζώνη καὶ μίτρα καὶ πέταλον, δύο ἐπωμίδες εἰς τοὺς δύο ὤμους τοῦ ἱερέως συνέχουσαι αὐτῷ ἑτέρα τὴν ἑτέραν καὶ ἀνακλώμεναι ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ καὶ ἀπὸ δεξιῶν ἐπὶ τὰ ἀριστερά, περικαλύπτουσαι τὴν γύμνωσιν τοῦ τραχήλου αὐτοῦ· ἐκ χρυσονήματος καὶ ἀληθινῆς πορφύρας καὶ κυανοῦ χρώματος καὶ βύσσου καὶ κοκκίνου καθυφασμέναι ἦσαν αἱ ἐπωμίδες ποικίλαι. Καὶ δύο λίθοι σμαράγδου, ἐπὶ τοὺς δύο ὤμους αὐτοῦ εἰς τὰς ἐπωμίδας, γεγλυμμένοι τὰ ὀνόματα τῶν δώδεκα φυλῶν, ἓξ εἰς τὸν ἕνα λίθον καὶ ἓξ εἰς τὸν ἕνα λίθον. 5.46 Τὸ δὲ λογεῖον τῆς κρίσεως ὑφαντὸν ἦν ῥάκος σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ πλάτος τετράγωνον, διπλοῦν ἐκ χρυσονήματος, πάλιν καὶ τῶν τεσσάρων χρωμάτων καθυφασμένον ποικίλον, ἔχον καὶ λίθους τετράστιχον· ἀπὸ λίθων τριῶν γίνονται δώδεκα περικεκαλυμμένα χρυσίῳ καὶ συγκεκολλημένα τῷ λογείῳ, ἕκαστος λίθος ὄνομα μιᾶς φυλῆς γεγλυμμένον ἔχων ἐν ἑαυτῷ. Ἀσπιδίσκας δὲ δύο χρυσᾶς κελεύει γενέσθαι ἐπὶ τῶν δύο ὤμων, κατὰ τὸ ἔμπροσθεν μέρος, καὶ ἐξ αὐτῶν κροσσωτὰ πεπλεγμένα ἐκ χρυσοῦ καὶ χρωμάτων, καὶ ἀποκρέμασθαι τὸ λογεῖον ἐπὶ τὸ στῆθος, καὶ πάλιν ἁλύσεσι δυσὶν ἐκ χρυσίου ἐκ τῶν δύο πλευρῶν τοῦ λογείου ἀνακλώμενα κάτωθεν καὶ ἐξόπισθεν συνδεσμούμενα ἐναλλὰξ ἐπὶ τὰ δύο πτερύγια τῶν δύο ἐπωμίδων τῶν οὐσῶν κατὰ νώτου τοῦ ἱερέως, ἵνα ὦσιν αἱ ἁλύσεις εἰς τὸν νῶτον τοῦ ἱερέως ὡς ἐν τάξει χιάστης, συνδεσμεύουσαι τὸ λογεῖον ταῖς ἐπωμίσιν ἔμπροσθεν καὶ ὄπισθεν. 5.47 Καὶ ὁ ὑποδύτης ὅλος κυάνεος τὸ χρῶμα ἀπὸ τοῦ στήθους καὶ ἕως τῶν σκελῶν κάτω, τὸ περιστόμιον αὐτοῦ συνεξυφαίνετο. Ἡ δὲ κάτω ὠία, ὡς ἐπὶ λώματος, ἦν πλατεῖα ἐκ χρωμάτων ποικίλων· καὶ κώδωνας χρυσοῦς καὶ ῥοΐσκους χρυσοῦς καὶ ἀνθείνους ἕνα παρ' ἕνα εἶχεν ἀποκρεμαμένους ἐν τῷ λώματι· καὶ κίδαριν βυσσινὴν καὶ ζώνην ποικίλην, ἣ περιεζώννυεν ἄνωθεν ὑπὸ τὸ στῆθος τὸν ὑποδύτην. Μίτραν δὲ ἐπὶ μετώπου ἐφόρει καὶ ὑπεράνω τῆς μίτρας, κύανον, ὡς ἐπὶ λώματος, ἔχον πέταλον χρυσοῦν, ἐν ᾧ ἦν σφραγὶς ἁγιάσματος Κυρίου, ἵνα εἴπῃ τὸ λεγόμενον τετράγραμμον· καὶ οὕτως εἰσῄει εἰς τὰ Ἅγια. Περισκελῆ δέ, τουτέστι βομβωνάρια λινᾶ, ἐφόρει ἀπὸ ὀσφύος ἕως μηρῶν διὰ τὴν ἀσχημοσύνην. Ἔστιν οὖν καὶ αὐτὸ τὸ σχῆμα τοῦ ἱερέως καταγράψαι τοιοῦτον. Ἐνταῦθα τὸ σχῆμα τῶν ἐνδυμάτων τοῦ ἱερέως διεγράψαμεν, ἐμπροσθοφανῆ καὶ ὀπισθοφανῆ. Ἀκριβέστερον δὲ ἐν τῇ ἐξηγήσει δεδήλωται περὶ αὐτοῦ. Παραγραφή 5.48 Εἰσὶν οὖν φανερὰ τοῦ σχήματος τύποι τινῶν πραγμάτων, καὶ φανερὰ πρὸς εὐπρέπειαν καὶ πρὸς φόβον, οἷον οἱ δύο λίθοι τοῦ σμαράγδου, οἱ ἐπὶ τῶν ὤμων αὐτοῦ βασταζόμενοι, ἐν οἷς ἦσαν τὰ ὀνόματα τῶν δώδεκα φυλῶν,