1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

66

κατὰ σάρκα· μόνος ἐκ τοῦ φυράματος τῶν ἀνθρώπων ἐλήφθη πρὸς σωτηρίαν παντὸς τοῦ κόσμου καὶ εἰς κρείττονα καὶ οὐράνιον πολιτείαν καὶ διαγωγὴν μετέστη. ∆όξα τῷ Θεῷ. Ἀμήν. 5.95 Οὗτός ἐστιν ὁ Μελχισεδέκ, ὁ πηλίκος ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ τοὺς κατὰ νόμον Μωϋσέως ἱερεῖς ἀποδεκατῶν. Οὗτός ἐστιν ὁ βασιλεὺς τῆς εἰρήνης καὶ τῆς δικαιοσύνης, ἅμα καὶ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, ὁ τὴν ἱερωσύνην μήτε ἐκ διαδοχῆς ἑτέρων ἱερέων παραλαβών, μήτε ἑτέροις ἱερεῦσι παραπέμψας. Οὗτός ἐστιν ὁ μὴ κατὰ νόμον Μωϋσέως τὰς λατρείας ἐπιτελῶν, ἀλλ' ἑτέροις κρείττοσι συμβόλοις ἱερουργῶν. Οὗτός ἐστιν ὁ τὸν πατριάρχην Ἀβραὰμ εὐλογήσας, ὁ ἀπάτωρ καὶ ἀμήτωρ καὶ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, ὁ μόνος ἱερεὺς καὶ βασιλεύς, ὁ ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ αὐτὸς ἀξιωθεὶς τοσούτων ἀγαθῶν μηνυτής. Παραγραφή 5.96 Μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων λοιπὸν πληθυνθέντων, οὗτος μόνος ἐξ αὐτῶν ἐκ προαιρέσεως ἰδίας ἀνεδείχθη ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου καὶ βασιλεὺς τῆς Ἱερουσαλήμ, καθ' ὁμοιότητα τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ τὰ κάλλιστα πάντων τῶν κτισμάτων, ἐν οἷς ἀεὶ τὸ ἀνθρώπινον γένος στηρίζεταί τε καὶ εὐφραίνεται, κατὰ τὴν Γραφήν, προσέφερεν ἱερεῖα τῷ Θεῷ. Οὗτος ὡς βασιλεὺς πάντως καὶ τὸν ὑπ' αὐτοῦ διοικούμενον λαὸν ἐν τούτοις ἀναστρέφεσθαι νουθετῶν, διετέλει αὐτῇ τῇ τάξει ἱερουργῶν καὶ ἐξιλεούμενος περὶ τοῦ ἰδίου λαοῦ. Χαναναῖος μέντοι ὑπάρχων καὶ τῶν Χαναναίων βασιλεύς, μὴ ὢν ἐκ γένους τῶν προπατόρων Ἀβραάμ, ἀλλὰ γνωστὸς ὢν τῆς γενεαλογίας τῶν προπατόρων Ἀβρααμιαίων, τοιοῦτος παρὰ τοῖς ἀνθρώποις ἀνεδείχθη δίκαιος, καὶ βασιλεὺς καὶ ἱερεύς. Οὗτος πρῶτος ὡς ἱερεὺς τὸν Ἀβραὰμ εὐλογήσας καὶ τῷ Θεῷ εὐχαριστήσας δεκάτας ἐλάμβανεν ἀπὸ πάντων, ὧν εἶχεν Ἀβραάμ. 5.97 Οἶμαι δὲ τάχα καὶ ἀληθὲς ἐρῶ καὶ τὴν Ῥεβέκαν διὰ τούτου πορευθεῖσαν, καθὰ γέγραπται, πυθέσθαι τότε παρὰ Κυρίου περὶ ὧν εἶχεν ἐν γαστρὶ διδύμων, ἣ καὶ ἤκουσεν ὅτι· "Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι"· ὡς ἱερεῖ γὰρ τοῦ Θεοῦ ἐκ συνηθείας κατὰ τὸν καιρὸν ἐκεῖνον προσήρχετο πυθέσθαι παρὰ Κυρίου. 5.98 Ἀπάτορα δὲ καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον αὐτὸν ἐξεῖπε, καὶ μήτε ἀρχὴν ἡμερῶν μήτε τέλος ζωῆς ἔχοντα, ὡς μὴ ὄντα μὲν τῶν γενεαλογουμένων ἐκ τῶν Ἀβραμιαίων ἀνθρώπων, ἔχοντα δὲ ὁμοίωσιν καὶ ἐν τούτῳ πρὸς τὸν ∆εσπότην Χριστόν, ὅτι ἀπάτωρ μέν ἐστι κατὰ σάρκα, ἀμήτωρ δὲ κατὰ τὴν θεότητα, καὶ ὁμοίως ἀγενεαλόγητος, μήτε δὲ ἀρχὴν ἡμερῶν ἔχων ὡς ἄναρχος κατὰ τὴν θεότητα, μήτε δὲ ζωῆς τέλος ἔχων πάλιν κατ' αὐτήν, ὁμοίως καὶ κατὰ τὴν ἀνθρωπότητα, ὡς ἀθάνατος γενόμενος καὶ ἄτρεπτος. Ἑκάστοτε τοίνυν ὁ Θεὸς ὑπομιμνῄσκει τοὺς ἀνθρώπους, εἴτε διὰ λόγων εἴτε διὰ τύπων, ὡς δευτέρα τις κατάστασις μετὰ τὴν ἐνταῦθα ζωὴν τοῖς ἀνθρώποις ἀπόκειται. ΑΒΡΑΑΜ 5.99 Οὗτος ὁ μέγας πατριάρχης Ἀβραάμ, ὁ πρῶτος ἀνθρώπων καταλείψας πατρίδα καὶ γένος καὶ ἔθνος, καὶ πιστεύσας τῷ Θεῷ καὶ δικαιωθεὶς διὰ τοῦτο καὶ διὰ τὰς ἐπαγγελίας τοῦ Θεοῦ, ἃς πρὸς αὐτὸν ἐποιήσατο ὁ Θεός, ὁ ἐκ νενεκρωμένου σώματος καὶ νενεκρωμένης μήτρας μυριάδας συστησάμενος, ὁ τὸν εὐλογημένον καρπὸν ὡς ἀπὸ ῥίζης φὺς τῷ κόσμῳ, δι' οὗ ὁ κόσμος εὐλογεῖται καὶ ἀνακτίζεται, ὁ δι' ἔργων καὶ δι' ἐπαγγελιῶν μηνύων τῷ κόσμῳ τὴν ἐκ νεκρῶν ἀνάστασιν· δι' ἐπαγγελιῶν μέν, ὡς τό· "Ἐνευλογηθήσονται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη", καθάπερ καὶ ὁ Ἀπόστολος βοᾷ· "Τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ, ὅ ἐστι Χριστός"· δι' ἔργων δέ, ὅτε τὸν μονογενῆ υἱὸν εἰς θυσίαν προσήνεγκεν· οὕτως γὰρ λέγει ὁ Κύριος· "Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη." 5.100 Ὁ δὲ ἀπόστολος Παῦλος βοᾷ· "Πίστει προσήνεγκεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο." Πάλιν γὰρ καὶ ἐν