1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

143

ἀτίμητον θέαμα ὄν. 11.15 Ἐξ ὅλης δὲ τῆς Ἰνδικῆς καὶ Περσίδος καὶ Αἰθιοπίας δέχεται ἡ νῆσος πλοῖα πολλά, μεσῖτις οὖσα, ὁμοίως καὶ ἐκπέμπει. Καὶ ἀπὸ μὲν τῶν ἐνδοτέρων, λέγω δὴ τῆς Τζινίστα καὶ ἑτέρων ἐμπορίων, δέχεται μέταξιν, ἀλοήν, καρυόφυλλον, ξυλοκαρυόφυλλον, τζανδάναν, καὶ ὅσα κατὰ χώραν εἰσί· καὶ μεταβάλλει τοῖς ἐξωτέρω, λέγω δὴ τῇ Μαλέ, ἐν ᾗ τὸ πίπερ γίνεται, καὶ τῇ Καλλιανᾷ, ἔνθα ὁ χαλκὸς γίνεται καὶ σησάμινα ξύλα καὶ ἕτερα ἱμάτιαἔστι γὰρ καὶ αὕτη μέγα ἐμπόριον, ὁμοίως καὶ Σινδοῦ, ἔνθα ὁ μόσχος καὶ τὸ κοστάριν καὶ τὸ ναρδόσταχυν γίνεται, καὶ τῇ Περσίδι καὶ τῷ Ὁμηρίτῃ καὶ τῇ Ἀδούλῃ, καὶ πάλιν τὰ ἀπὸ ἑκάστου τῶν εἰρημένων ἐμπορίων δεχομένη καὶ τοῖς ἐνδοτέρω μεταβάλλουσα καὶ τὰ ἴδια ἅμα ἑκάστῳ ἐμπορίῳ ἐκπέμπουσα. 11.16 Ἡ Σινδοῦ δέ ἐστιν ἀρχὴ τῆς Ἰνδικῆς. ∆ιαιρεῖ γὰρ ὁ Ἰνδὸς ποταμός, τουτέστιν ὁ Φεισών, εἰς τὸν κόλπον τὸν Περσικὸν ἔχων τὰς ἐκροίας, τήν τε Περσίδα καὶ τὴν Ἰνδίαν. Εἰσὶν οὖν τὰ λαμπρὰ ἐμπόρια τῆς Ἰνδικῆς ταῦτα, Σινδοῦ, Ὀρροθᾶ, Καλλιανᾶ, Σιβώρ, ἡ Μαλέ, πέντε ἐμπόρια ἔχουσα βάλλοντα τὸ πέπερι, Πάρτι, Μαγγαρούθ, Σαλοπάτανα, Ναλοπάτανα, Πουδαπάτανα. Λοιπὸν ἔξω ὡς ἀπὸ πέντε νυχθημέρων τῆς στερεᾶς εἰς τὸν Ὠκεανόν ἐστιν ἡ Σιελεδίβα, τουτέστιν ἡ Ταπροβάνη. Εἶτα λοιπὸν ἐνδοτέρω εἰς τὴν στερεὰν ἐμπόριον ἡ Μαραλλὼ βάλλουσα κοχλίους ἐστί, Καβὲρ βάλλουσα τὸ ἀλαβανδηνόν, εἶτα ἐφεξῆς λοιπὸν τὸ καρυόφυλλον, καὶ τὸ λοιπὸν ἡ Τζινίστα τὴν μέταξιν βάλλουσα, ἧς ἐνδοτέρω οὐκ ἔστιν ἑτέρα χώρα· ὁ Ὠκεανὸς γὰρ αὐτὴν κυκλοῖ κατὰ ἀνατολάς. Αὕτη οὖν ἡ Σιελεδίβα μέση πως τυγχάνουσα τῆς Ἰνδικῆς, ἔχουσα δὲ καὶ τὸν ὑάκινθον, ἐξ ὅλων τῶν ἐμπορίων δέχεται καὶ ὅλοις μεταβάλλει, καὶ μέγα ἐμπόριον τυγχάνει. 11.17 Ποτὲ γοῦν τις ἀπὸ τῶν ἐνταῦθα πραγματευομένων ὀνόματι Σώπατρος, ὃν ἴσμεν πρὸ τριάκοντα πέντε ἐτῶν τελευτήσαντα, εἰσελθὼν ἐν τῇ Ταπροβάνῃ νήσῳ πραγματείας ἕνεκα ἔτυχε καὶ ἀπὸ Περσίδος ὁρμῆσαι πλοῖον. Κατῆλθον οὖν οἱ ἀπὸ Ἀδούλης, μεθ' ὧν ἦν ὁ Σώπατρος, κατῆλθον καὶ οἱ ἀπὸ Περσίδος, μεθ' ὧν ἦν καὶ πρεσβύτης Περσῶν. Εἶτα κατὰ τὸ ἔθος οἱ ἄρχοντες καὶ οἱ τελῶναι δεξάμενοι τούτους ἀποφέρουσι πρὸς τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς δεξάμενος καὶ προσκυνηθεὶς κελεύει αὐτοὺς καθεσθῆναι· εἶτα ἐρωτᾷ· Πῶς αἱ χῶραι ὑμῶν καὶ πῶς τὰ πράγματα; Οἱ δὲ εἶπον· Καλῶς· εἶτα ὡς ἐν τῷ μεταξὺ ἠρώτησεν ὁ βασιλεύς· Ποῖος τῶν βασιλέων ὑμῶν μειζότερος καὶ δυνατώτερος; 11.18 Ὁ δὲ Πέρσης ἁρπάσας τὸν λόγον ἔφη· Ὁ ἡμέτερος καὶ δυνατώτερος καὶ μειζότερος καὶ πλουσιώτερος καὶ βασιλεὺς βασιλέων ἐστί· καὶ εἴ τι θέλει, δύναται. Ὁ δὲ Σώπατρος ἐσιώπα. Εἶτα φησὶν ὁ βασιλεύς· Σύ, Ῥωμεῦ, οὐδὲν λαλεῖς; Ὁ δὲ Σώπατρος· Τί ἔχω εἰπεῖν, τούτου ταῦτα εἰπόντος; Εἰ θέλεις μαθεῖν τὴν ἀλήθειαν, ἔχεις ἀμφοτέρους τοὺς βασιλέας ἐνταῦθα· κατα νόησον ἑκάστῳ καὶ ὁρᾷς ποῖος λαμπρότερος καὶ δυνατώτερός ἐστιν. Ἐκεῖνος ἀκούσας ἐξενίσθη λέγων· Πῶς ἔχω τοὺς ἀμφοτέρους βασιλέας ἐνταῦθα; Ὁ δὲ εἶπεν· Ἔχεις ἀμφοτέρων τὰς μονίτας, τοῦ μὲν τὸ νόμισμα, τοῦ δὲ τὴν δραχμήν, τουτέστι τὸ μιλιαρίσιν· κατανόησον τῇ εἰκόνι ἑκάστου καὶ ὁρᾷς τὴν ἀλήθειαν. 11.19 Ὁ δὲ ἐπαινέσας καὶ ἐπινεύσας ἐκέλευσεν ἐνεχθῆναι ἀμφότερα. Ἦν οὖν τὸ νόμισμα ὄβρυζον, λαμπρόν, εὔμορφον· τοιαῦτα γὰρ ἐκλεκτὰ προχωροῦσιν ἐκεῖ· ἦν δὲ καὶ τὸ μιλιαρίσιν, ἅπαξ εἰπεῖν, ἄργυρος, καὶ ἀρκεῖ μὴ συγκρινόμενος τῷ χρυσίῳ. Στρέψας δὲ ὁ βασιλεὺς καὶ ἀντιστρέψας καὶ κατανοῶν ἀμφότερα, ἐπαινέσας πάνυ τὸ νόμισμα, ἔφη· Ὄντως οἱ Ῥωμεῖς καὶ λαμπροὶ καὶ δυνατοὶ καὶ φρόνιμοι. Ἐκέλευσεν οὖν τὸν Σώπατρον τιμηθῆναι μεγάλως, καὶ καθίσας αὐτὸν εἰς ἐλέφαντα μετὰ τυμπάνων τὴν πόλιν περιῆγεν ἐν τιμῇ πολλῇ. Ταῦτα ὁ Σώπατρος ἡμῖν διηγήσατο, καὶ οἱ μετ' αὐτοῦ ὄντες ἐν τῇ νήσῳ ἐκείνῃ ἀπὸ Ἀδούλης ἀπελθόντες. Τούτων δὲ γενομένων, ὡς ἔφησαν, ὁ Πέρσης πάνυ ἐνετράπη. 11.20 Μεταξὺ δὲ τῶν λαμπρῶν ἐμπορίων τῶν προρρηθέντων εἰσὶ καὶ ἕτερα ἐμπόρια πολλά, καὶ παραθαλάττια καὶ μεσόγεια, καὶ πολλὴ χώρα. Ἀνώτεροι δέ, τουτέστι βορειότεροι, τῆς Ἰνδικῆς εἰσι λευκοὶ Οὔννοι, ὁ