1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

13

τοῦ θεσπεσίου Μωϋσέως περὶ τῶν τριῶν τούτων ἐν τῷ διαμερισμῷ τῆς γῆς οὕτως· "Υἱοὶ Ἰάφετ, Γάμερ καὶ Μαγὼγ καὶ Μαδαῒ καὶ Ὑωουὰν καὶ Ἐλισά", ἵνα εἴπῃ τὰ ὑπερβόρειαἔθνη τῶν Σκυθῶν καὶ Μήδων, εἶθ' οὕτως Ἴωνας καὶ Ἑλλαδικούς, ὁμοίως καὶ "Θοβὲλ καὶ Μωσὼχ καὶ Θήρας", ἵνα τὰ πλησίον αὐτῶν δηλώσῃ. 2.27 "Θήρας" γὰρ τοὺς Θρᾷκας καλεῖ καὶ ἐκ τούτων λέγει ἀφωρίσθαι εἰς τὰς νήσους τῶν ἐθνῶν καὶ τὰ παραθαλάσσια· τοῦτο γὰρ δηλοῖ "Θαρσεῖς". "Κητίους" δὲ τοὺς τῆς Κύπρου καλεῖ καὶ "Ῥοδίους" τοὺς τῆς Ῥόδου. "Υἱοὶ δὲ Χάμ, Χοὺς καὶ Μεσραείμ", ἵνα εἴπῃ Αἰθίοπας καὶ Αἰγυπτίους· λοιπὸν "Φοὺθ καὶ Χαναάν", ἵνα εἴπῃ Λίβυας καὶ τὰ πλησίον ἔθνη· "υἱοὶ δὲ Χούς, Σαβὰ καὶ Εὐηλᾶ", ἵνα εἴπῃ Ὁμηρίτας καὶ τοὺς πλησίον, ὁμοίως καὶ τὰ καθεξῆς ὅλα τὰ εἰς τὰ νότια μέρη ὄντα ἔθνη. Καὶ τοὺς Χαναναίους ἐκ τοῦ Μεσραεὶμ λέγει εἶναι, τουτέστι τοὺς Αἰγυπτίους καὶ τοὺς Σιδονίους καὶ πάντα τὰ ἔθνη τὰ πλησίον. "Υἱοὶ δὲ Σήμ, Ἐλὰμ καὶ Ἀσούρ", τουτέστιν Ἐλαμίτας καὶ Ἀςρίους καὶ τὰ λοιπὰ ἔθνη καὶ ὅσα ἐξ αὐτῶν ἐπεκτάθησαν ἕως Ἀσίας καὶ ἐπὶ ἀνατολήν, Περσῶν, Οὔννων, Βάκτρων, Ἰνδῶν ἕως τοῦ Ὠκεανοῦ. 2.28 Ἔνθεν οὖν λαβόντες καὶ οἱ ἔξωθεν εἰς τρία μέρη διαιροῦσι πᾶσαν τὴν γῆν, Ἀσίαν καὶ Λιβύην καὶ Εὐρώπην, Ἀσίαν μὲν τὴν ἀνατολὴν καλοῦντες, Λιβύην δὲ τὸν νότον ἕως τῆς δύσεως, Εὐρώπην δὲ τὸν βορρᾶν, ἕως πάλιν τῆς δύσεως ὅλης. 2.29 Εἰσὶ δὲ ἐν ταύτῃ τῇ γῇ εἰσβάλλοντες ἐκ τοῦ Ὠκεανοῦ, καθὼς καὶ οἱ ἔξωθεν ἐν τούτῳ ἱστοροῦντες ἀληθεύουσι, κόλποι τέσσαρες, οὗτος ὁ παρ' ἡμῖν ὁ κατὰ τὴν Ῥωμανίαν ἀπὸ τῶν Γαδείρων, κατὰ τὸ δυτικὸν μέρος τῆς γῆς εἰσβάλλων, καὶ ὁ Ἀράβιος ὁ καλούμενος Ἐρυθραῖος καὶ ὁ Περσικός, εἰσβάλλοντες ἀμφότεροι ἐκ τοῦ λεγομένου Ζιγγίου, ἐπὶ τὸ νότιον καὶ ἀνατολικώτερον μέρος τῆς γῆς ἀπὸ τῆς λεγομένης Βαρβαρίας, ἔνθα καὶ ἡ γῆ τῆς Αἰθιοπίας τέλος ἔχει. Ἴσασι δὲ τὸ λεγόμενον Ζίγγιον οἱ τὴν Ἰνδικὴν θάλατταν διαπερῶντες, περαιτέρω τυγχάνον τῆς λιβανωτοφόρου γῆς τῆς καλουμένης Βαρβαρίας, ἣν καὶ κυκλοῖ ὁ Ὠκεανὸς εἰσβάλλων ἐκεῖθεν εἰς ἀμφοτέρους τοὺς κόλπους. Καὶ ὁ τέταρτος ἐκ τοῦ βορείου μέρους τῆς γῆς εἰσβάλλων ἀνατολικώτερος, ὁ καλούμενος Κασπία θάλασσα, ἤτοι Ὑρκανία. Οὗτοι γὰρ μόνοι οἱ κόλποι πλέονται, ἀδυνάτου ὑπάρχοντος τοῦ Ὠκεανοῦ πλέεσθαι διὰ τὸ πλῆθος τῶν ῥευμάτων καὶ τῶν ἀναδιδομένων ἀτμῶν καὶ ἀμβλυνόντων τὰς ἀκτῖνας τοῦ ἡλίου, καὶ τὸ πολλὰ διαστήματα ἔχειν. Ταῦτα δὲ παραλαβὼν ἐκ τοῦ θείου, ὡς εἴρηται, ἀνδρός, ἤτοι καὶ αὐτῆς τῆς πείρας, ἐσήμανα· ἐμπορίας γὰρ χάριν ἔπλευσα τοὺς τρεῖς κόλπους, τόν τε κατὰ τὴν Ῥωμανίαν καὶ τὸν Ἀράβιον καὶ τὸν Περσικόν, καὶ ἀπὸ τῶν οἰκούντων δὲ ἢ καὶ πλεόντων τοὺς κόλπους ἀκριβῶς μεμαθηκώς. 2.30 Ἐν οἷς ποτε πλεύσαντες ἐπὶ τὴν ἐσωτέραν Ἰνδίαν καὶ ὑπερβάντες μικρῷ πρὸς τὴν Βαρβαρίαν, ἔνθα περαιτέρω τὸ Ζίγγιον τυγχάνειοὕτω γὰρ καλοῦσι τὸ στόμα τοῦ Ὠκεανοῦ, ἐκεῖ ἐθεωροῦμεν εἰς τὰ δεξιὰ εἰσερχομένων ἡμῶν πλῆθος πετεινῶν πετομένων, ἃ καλοῦσι σοῦσφα· εἰσὶ δὲ ὡς διπλοῖ ἰκτῖνες, καὶ μείζους μικρόν· καὶ δυσαερίαν πολλὴν ἐν τῷ τόπῳ, ὡς καὶ δειλιᾶν πάντας. Ἔλεγον γὰρ πάντες οἱ ἐν τῷ πλοίῳ ἐμπείρως ἔχοντες, ναῦταί τε καὶ ἐπιβάται, ὅτι ἐγγύς ἐσμεν τοῦ Ὠκεανοῦ, καὶ ἔλεγον τῷ κυβερνήτῃ· Ἄπωσαι τὴν ναῦν ἐπὶ τὰ ἀριστερὰ εἰς τὸν κόλπον, μὴ ἐκσύρωμεν τοῖς ῥεύμασι καὶ ἐμπέσωμεν εἰς τὸν Ὠκεανὸν καὶ ἀπολώμεθα. Ὁ γὰρ Ὠκεανὸς εἰς τὸν κόλπον εἰσβάλλων κῦμα μέγα καὶ ἐξαίσιον ἐποίει, ἐκ τοῦ δὲ κόλπου ῥεύματα εἷλκον ἐπὶ τὸν Ὠκεανόν, καὶ ἦν φρικτὸν ἡμῖν πάνυ τὸ θέαμα καὶ δειλία πολλὴ κατεῖχεν ἡμᾶς. Ἐκ τῶν δὲ πετεινῶν ἐκείνων τῶν καλουμένων σοῦσφα ἠκολούθουν ἡμῖν ἐπὶ πολὺ πετόμενα κατὰ τὸ ὕψος, ἅτινα ἐσήμαινον ἐγγὺς εἶναι τὸν Ὠκεανόν. 2.31 Τῆς δὲ γῆς ταύτης, ἧς οἰκοῦμεν, τὰ μὲν βόρεια μέρη καὶ δυτικὰ ὑψηλότατα πάνυ εἰσί, τὰ δὲ ἀνατολικὰ καὶ νότια χθαμαλὰ κατὰ ἀναλογίαν. Ὅσον πλάτος ἔχει ἡ γῆ ἀνεπαισθήτως χθαμαλῶς κειμένη, τοσοῦτον εὑρίσκεται ἔχουσα ὕψος εἰς τὰ βόρεια καὶ δυτικά, περαιτέρω τὸν Ὠκεανὸν ἔχουσα εἰς βάθος κείμενον, τὰ δὲ ἀνατολικὰ καὶ νότια μέρη περαιτέρω τὸν Ὠκεανὸν ἔχουσα