1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

54

διϊκνεῖτο, σκαπτῶν οὐσῶν τῶν σανίδων πρὸς πλείονα ἀσφάλειαν τῆς σκηνῆς. Τὸ δὲ ὕψος ἑκάστης σανίδος πήχεων δέκα ἦν, καὶ τὸ πλάτος τῆς σκηνῆς πήχεων δέκα ἦν, καὶ ὁ ἄλλος τοῖχος ὅμοιος ἦν τούτῳ τῷ τοίχῳ. 5.24 Ὅτε τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἐπὶ τοῦ πάθους τοῦ Κυρίου εἰς δύο, ἐν ταὐτῷ τρία ἐσήμανε· πρῶτον τὴν τόλμαν τῶν Ἰουδαίων διήλεγχε, τὴν κατὰ τοῦ Κυρίου γενομένην, ὡς πενθοῦντος τοῦ θείου ναοῦ καὶ περισχιζομένου· δεύτερον ὅτι καταλυθήσονται τὰ ἰουδαϊκὰ καὶ συγχυθήσονται, ἀναιρουμένης τῆς πρώτης σκηνῆς· τρίτον ὅτι ἡ ἐσωτέρα σκηνή, ἡ ἀφανὴς καὶ ἄβατος πᾶσι καὶ τοῖς ἱερεῦσιν οὖσα, καταφανὴς καὶ βατὴ τοῖς ἀνθρώποις γέγονε. ∆όξα διὰ πάντα τῷ βασιλεῖ τῶν αἰώνων Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. Παραγραφή 5.25 Ἐπισημαντέον ἐνταῦθα πάλιν ὅτι "πεπηγυῖαν σκηνὴν παρὰ τοῦ Θεοῦ" λέγει τὴν ἀληθινήν, τουτέστι τὸν οὐρανόν. Ἔτι παραγραφή. Καὶ πάλιν "ἀχειροποίητον" καλεῖ αὐτὴν καὶ "τελείαν" σκηνήν, τουτέστι τὸν οὐρανόν, ὡς παρὰ τοῦ Θεοῦ γενομένην· "χειροποίητην" γὰρ καλεῖ τὴν σκηνήν, ἣν Μωϋσῆς κατεσκεύασεν. Ἔτι παραγραφή. Κατὰ ἀντιδιαστολὴν δὲ τῆς σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης "ἀληθινὴν" ταύτην καλεῖ, ὡς ἀεὶ αὐτῆς διαμενούσης, ἐκείνης δὲ καταλυομένης. 5.26 Ἔτι. "Αὐλαίας" τὰς κορτίνας καλεῖ· οὕτως δὲ καλοῦσιν αὐτὰς καὶ οἱ ἔξωθεν Ἀττικοὶ λέγοντες "αὐλαία" τὸ μέγα καὶ ποικίλον παραπέτασμα. Ὑπερίδης ὁ ῥήτωρ ἐν τῷ κατὰ Πατροκλέους λόγῳ· "Οἱ δὲ ἐννέα ἄρχοντες εἱστιῶντο ἐν τῇ στοᾷ, φραξάμενοι τὸ μέρος αὐτῆς αὐλαίᾳ", ὁμοίως καὶ Μένανδρος· "Στυππεῖον, ἐλέφαντα, μύρον, οἶνον, αὐλαίαν." Παραγραφή 5.27 Ἐνταῦθα Μωϋσῆς, μετὰ τὸ ἀξιωθῆναι ἐν τῷ ὄρει τῶν ὀπτασιῶν ἐκείνων τῶν φοβερῶν, προστάττεται παρὰ τοῦ Θεοῦ ποιῆσαι σκηνὴν κατὰ τὸν τύπον, ὃν ἑωράκει ἐν τῷ ὄρει, τύπον οὖσαν παντὸς τοῦ κόσμου. "Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει." Ἐπειδὴ οὖν ἐδείχθη αὐτῷ πῶς ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ δευτέρᾳ ἡμέρᾳ καταμέσοθεν ἐποίησε τὸ στερέωμα καὶ ἐποίησε τὸν ἕνα χῶρον δύο χώρους, καὶ αὐτὸς ὁμοίως κατὰ τὸν τύπον, ὃν ἑωράκει, ἐποίησε τὴν σκηνὴν καὶ ἔθηκε καταμέσοθεν καταπέτασμα, καὶ διελὼν ἐποίησε τὴν μίαν σκηνὴν εἰς δύο, ἐξωτέραν καὶ ἐσωτέραν. Ὁ Ἀπόστολος οὖν τὴν ἐξωτέραν τοῦ κόσμου τούτου τύπον ἐξεῖπε λέγων οὕτως· "Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια", ὡσανεὶ τύπον ἐπέχει τοῦ κόσμου τούτου, ἐν ᾧ ἐστιν ἡ γῆ καὶ οἱ καρποὶ καὶ οἱ φωστῆρες. 5.28 Εἶτα καὶ τὴν δευτέραν ἑρμηνεύων φησὶν οὕτως· "Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος", ὡσανεί· Ὥσπερ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσέρχεται εἰς τὴν ἐσωτέραν σκηνὴν δι' αἵματος τράγων καὶ μόσχων ἐξιλεούμενος τὸν λαόν, οὕτως καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὴν ἀχειροποίητον σκηνήν, ἵνα εἴπῃ τὸν οὐρανόν, ἐφάπαξ αἰωνίαν λύτρωσιν εὑράμενος· καὶ πάλιν· "Οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν." 5.29 Καὶ πάλιν λέγει· "Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν"· ὡς ἐν σκιαγραφίᾳ γὰρ προετύπου διὰ τῆς ἐσωτέρας σκηνῆς τὴν ἄνοδον τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα καὶ τῶν δικαίων ἀνθρώπων τὴν εἴσοδον. Ὅθεν πάλιν νουθετῶν ἐπιφέρει· "Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας." Καὶ πάλιν δηλῶν ὡς ἔσω εἰς τὸν οὐρανόν ἐστιν ὁ Χριστὸς λέγει· "Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι", ἐπειδὴ καὶ τὸ ἱλαστήριον ἔσω εἰς