1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

96

συντελείας εἰπών. Ἀλλὰ καὶ ὁ Κύριος φαίνεται αἰνιττόμενος περὶ τούτου καὶ λέγων· "Ἐν τῇ ἀναστάσει ἰσάγγελοί εἰσιν". 5.256 Ὅσοι τοίνυν χριστιανοὶ ὑπάρχετε καὶ ταύτης τῆς ἐλπίδος ἀντιλαμβάνεσθε καὶ δεῖγμα καὶ τύπον ἔχετε τὸν ∆εσπότην Χριστόν, ἀναγινώσκοντες τὴν βίβλον εὔξασθε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὁ πάντων Κύριος μή με ὑπερίδῃ, ἀλλ' ἐλεήσας συναρίθμιόν με ποιήσῃ μεθ' ὑμῶν σὺν τοῖς ἐκ δεξιῶν, παρορῶν τὰ ἡμέτερα πλημμελήματα, καὶ μὴ ἀποτύχω ταύτης τῆς μακαριότητος τῆς ἀνεκλαλήτου, εὐχαῖς καὶ δεήσεσιν ὑμετέραις, εὐσπλαγχνίᾳ δὲ καὶ φιλανθρωπίᾳ καὶ χάριτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ πάντοτε καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. 5.257 Θεὲ ἀγαθέ, εὔσπλαγχνε, μακρόθυμε καὶ πολυέλεε, ἐλέησόν με τὸν ἀνάξιον δοῦλόν σου καὶ μή με κατακρίνῃς ταῖς ἁμαρτίαις μου, ὅτι σοι μέλει περὶ πάντων καὶ ἐπίστασαι ἑκάστου τὰ κρυπτὰ τῶν διανοιῶν, ὅτι πόθῳ τῷ εἰς σὲ καὶ τῶν σῶν οἰκτιρμῶν αἰτηθεὶς οὐκ ἀπέκρυψα τὴν παραδεδομένην μοί σου εὐσπλαγχνίαν καὶ ἀγαθότητα καὶ οἰκτιρμοὺς πρὸς ὠφελίαν τῶν ἀναγινωσκόντων ἐκ τῶν σῶν ὧν ἐχαρίσω μοι διδασκάλων προνοίᾳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΧΡΙΣΤΙΑΝΟΥ ΧΡΙΣΤΙΑΝΙΚΗ ΤΟΠΟΓΡΑΦΙΑ ΠΕΡΙΕΚΤΙΚΗ ΠΑΝΤΟΣ ΤΟΥ ΚΟΣΜΟΥ 6.τ Περὶ μεγέθους ἡλίου ΛΟΓΟΣ ʹ 6.1 Τινὲς μετὰ τὸ πέρας εἰληφέναι τὴν βίβλον ἐκίνησαν λόγους πρὸς ἡμᾶς περὶ τοῦ σχήματος τοῦ κόσμου λέγοντες· Πῶς δυνατὸν κρύπτεσθαι τὸν ἥλιον καθ' ὑμᾶς ὑπὸ τὰ βόρεια μέρη τῆς γῆς τὰ ὑψηλὰ πολλοῖς τοῖς μέτροις ὑπερέχοντα τὸ μέγεθος αὐτῆς; Ἐπὶ τῆς γὰρ λεγομένης παρ' ἡμῶν σφαίρας, ὅσῳ δήποτε μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, πάντως ποιήσει σκιὰν κατὰ τὸ ἕτερον μέρος τῆς γῆς. Πρὸς οὓς συντομώτατα εἰρήκαμεν ψευδὲς εἶναι καὶ πλάσμα τὸ τοιοῦτον, ἀποδείξαντες πρῶτον ἐξ αὐτῶν τῶν παρ' αὐτοῖς ὡμολογημένων κλιμάτων ὡς διαφόρους ἔχει σκιάς, ἔπειτα καὶ ἐξ ὧν τοῖς ὀφθαλμοῖς ἡμῶν ἐθεασάμεθα ἐπὶ τὰ μέρη Ἀξώμεως ἐν τῇ Αἰθιοπίᾳ. 6.2 Ἐν τῇ γὰρ ἀρχῇ τῆς θερινῆς τροπῆς κατὰ τὴν εἰκοστὴν πέμπτην τοῦ Παϋνὶ μηνός, ὥραν ἕκτην τῆς ἡμέρας, ὄντος ἤδη περὶ τὸ μεσουράνημα τοῦ ἡλίου, σαφῶς εἴδομεν ὡς ὅτι ἡ σκιὰ τοῦ ἀνθρώπου ἐπὶ τὸν νότον κλίνει. Λαβὼν δὲ καὶ αὐτὸς ἐν τῇ Ἀλεξανδρέων ἐνταῦθα κατ' αὐτὸν τὸν καιρόν, λέγω δὴ Παϋνὶ εἰκοστῇ πέμπτῃ καὶ ἕως τριακάδος, ὥραν ἕκτην τῆς ἡμέρας, σταθέντες ὑποκάτω τοῦ ἡλίου, ἔδειξα τὴν σκιὰν ἐπὶ τὰ βόρεια μέρη πόδα ἕνα κλίνουσαν καὶ μόνον. Καὶ ἔστι κατ' αὐτοὺς ἡ Ἀλεξάνδρεια τρίτον κλίμα. 6.3 Εὑρεθεὶς δὲ ἐνταῦθα ὁ τὰ πάντα θεοσεβέστατος ἀββᾶς Στέφανος, ὁ κατὰ Ἀντιόχειαν πρεσβύτερος, χριστιανικώτατος τῶν τελείων καὶ ἀληθινὸς ὑπάρχων, ἠσκημένος δὲ ἀκριβῶς καὶ τὴν ψῆφον τῆς σελήνης κατὰ τὸ σχῆμα μέντοι καὶ αὐτὸς ὃ ὑπεθέμεθα κατὰ τὴν θείαν Γραφήν, δυνάμενός τε προλέγειν εὐχερῶς καὶ ἐκλείψεις ἡλιακὰς καὶ σεληνιακάς, εἰ βουληθείη περὶ τοῦτο ἀσχολεῖσθαι. Ὅθεν ἀπαιτηθεὶς τῷ Θὼθ μηνὶ τῆς παρούσης δεκάτης ἰνδικτιῶνος παρὰ ἀνδρὸς ἐπιστήμονος, Ἀναστασίου τοὔνομα, μηχανικοῦ ἀνδρὸς λογίου καὶ ὑπὲρ πολλοὺς ἐμπείρου, προειπεῖν ἔκλειψιν ἡλίου, ἔφη γενέσθαι ἐν αὐτῷ τῷ καιρῷ κατὰ τὴν δωδεκάτην τοῦ Μεχεὶρ μηνὸς καὶ σεληνιακὴν Μεσορὴ εἰκοστῇ τετάρτῃ πάλιν τῷ αὐτῷ καιρῷ. Καὶ θαυμάσας πάλιν παρ' αὐτοῦ ἀπῄτησε προγεγονυίας ἐκλείψεις· καὶ ταύτας πάλιν ἐξειπών, ἐθαύμασεν ὁ ἀνήρ. Παρῆσαν δὲ καὶ ἕτεροί τινες μηχανικοὶ καὶ τῶν ἡμετέρων φίλων, ἐφ' ὧν ταῦτα ἐλαλήθησαν. 6.4 Αὐτὸς οὖν ὁ θεοφιλὴς ἀνὴρ πεῖραν καὶ πόθον ἔχων περὶ τῶν τοιούτων, ἔν τε τῇ Ἀντιοχέων καὶ ἐν Κωνσταντινουπόλει παραγεγονὼς καὶ πολλὰ ἔτη διατρίψας, ἔλεγε καὶ αὐτὸς μεμετρηκέναι καὶ ἐν ἀμφοτέροις τοῖς τόποις τὰς σκιάς· καὶ ἐν μὲν τῇ Ἀντιοχείᾳ πόδα ἕνα ἥμισυ ἔχειν τὴν σκιὰν ἐν αὐτῷ τῷ καιρῷ διεβεβαιοῦτο, ἐν δὲ τῷ Βυζαντίῳ πόδας δύο. Ἔστι δὲ Ἀντιόχεια τοῦ κλίματος τοῦ διὰ Ῥόδου, λέγω δὴτοῦ τετάρτου, τὸ δὲ Βυζάντιον τοῦ πέμπτου ἐπέκεινα μικρόν. 6.5 Οὕτω γὰρ διαιροῦσι τὰ κλίματα· πρῶτον κλίμα τὸ κατὰ Μερόην φασί, δεύτερον τὸ κατὰ Συήνην, τρίτον τὸ