1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

111

ἐγενήθημεν τῷ κόσμῳ", καὶ σημαίνων τίνα λέγει "κόσμον" ἐπήγαγεν "ἀγγέλοις καὶ ἀνθρώποις", ἵνα εἴπῃ· Παρὰ πάντων ὡς ἐν θεάτρῳ θεωρούμεθα ἐν τῷδε τῷ χώρῳ, λέγω δὴ ἀγγέλων καὶ ἀνθρώπων, ὡς ἐν ἑνὶ χώρῳ ὄντων πάντων τούτων τε κἀκείνων. 7.49 Εἶτα πάλιν· "Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται", καὶ ὡσανεί τινος αὐτῷ ἀποροῦντος καὶ λέγοντος τίνος χάριν ἢ τί ποιοῦσα ταύτην ἀπεκδέχεται, ἐπήγαγε καί φησι· "Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα", ἵνα εἴπῃ· Ἐν τῷ κόσμῳ τούτῳ τῷ φθαρτῷ καὶ τρεπτῷ ταύτην γὰρ καλεῖ "ματαιότητα" ἐκελεύσθησαν καθ' ὑποταγὴν τοῦ Θεοῦ οἱ ἄγγελοι δουλεύειν καὶ ἄκοντες· ἐντεῦθεν γινώσκομεν διὰ τοῦ "οὐχ ἑκοῦσα" ὅτι περὶ λογικῶν λέγει, καὶ νόμος αὐτοῖς ἐστιν οὗτος. Ἔστω, φησὶν ὁ ἀπορῶν, καὶ πῶς πάλιν δουλεύουσι νῦν κινοῦντες πάντα; Ἀποκρίνεται· Ναί, φησίν, ὅσον μὲν πρὸς τὸ ἁμάρτημα τοῦ Ἀδάμ, διὰ τὸ καταδικασθῆναι αὐτὸν θανάτῳ οὐκ ἠνείχοντο δουλεύειν καὶ πονεῖν ὑπὲρ ἡμῶν ἔτι ματαίως. 7.50 Ἀλλά, φησί, "διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι", τοῦτο λέγων ὅτι ἐλπίδα τινὰ δέδωκεν αὐτοῖς ὁ Θεὸς ἔσεσθαί τι χρήσιμον μετὰ χρόνον τοῖς ἀνθρώποις, καὶ διὰ τοῦτο ὑπετάγησαν καὶ δουλεύουσιν ἐκδεχόμενοι τὴν ἑαυτῶν ἐλευθερίαν, ὅταν καὶ οἱ ἄνθρωποι ἐλευθεροῦνται τοῦ θανάτου καὶ τῆς φθορᾶς καὶ τῶν ματαίων τούτων, καὶ ἀπολήψονται τὴν ἐλπίδα τοῦ Θεοῦ καὶ τὴν δόξαν τὴν αὐτοῖς ἀποκειμένην· διὰ τοῦτο ἐπήνεγκεν· "Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." 7.51 Καὶ πάλιν ἑτέρωθί φησιν· "Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" πάντας ὁμοῦ εἰπὼν εἰς διακονίας τεταγμένους τῶν ἀνθρώπων, ὡς ἅμα αὐτοῖς ὄντων εἰς τὸν χῶρον τοῦτον· καὶ πάλιν· "Ἵνα γνωρισθῇ νῦν ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία"· σαφῶς πάλιν οὐ μόνον ἐνταῦθα αὐτοὺς ἐσήμανεν, ἀλλὰ καὶ παιδευομένους εἶπεν ἐκ τῶν κατὰ τὸν ἄνθρωπον οἰκονομουμένων· τὸ γὰρ εἰπεῖν "διὰ τῆς Ἐκκλησίας" διὰ τῶν ἀνθρώπων προδήλως ἐσήμανεν. 7.52 Εἶτα πάλιν καὶ ἐν τῇ Παλαιᾷ ὁ πατριάρχης Ἰακὼβ ἐθεώρησεν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ κλίμακα, ταύτης δὲ ἐπὶ κορυφῆς ἑστῶτα τὸν Θεὸν καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ' αὐτῆς· ἀναβαίνοντας πρότερον ὁρᾶν ἔδοξε καὶ οὕτω καταβαίνοντας· εἶτα καὶ πάλιν ὁ αὐτὸς ἐθεώρησε πλῆθος ἀγγέλων, οὓς καὶ παρεμβολὴν Θεοῦ ἐκάλεσεν. Ὁμοίως Μωϋσῆς δύο μὲν οὐρανῶν ἐμνημόνευσε μόνων γενομένων, λέγω δὴ τοῦ ἐν ἀρχῇ σὺν τῇ γῇ γενομένου καὶ τοῦ δευτέρου τοῦ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ γεγονότος, ὃν καὶ στερέωμα καλεῖ· ὁμοίως δὲ καὶ αὐτὸς πολλάκις καὶ τῇ Ἄγαρ καὶ τῷ Ἀβραὰμ καὶ τῷ Λὼτ καὶ αὐτῷ τῷ Ἰακὼβ καὶ ἑτέρους ἀγγέλους διακονησαμένους λέγει ἐν τῷ χώρῳ τούτῳ. 7.53 Καὶ ἐν τῇ μεγάλῃ δὲ ᾠδῇ οὕτως φησίν· "Εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ", μετὰ τοὺς οὐρανοὺς εἰπὼν τοὺς ἀγγέλους ἐν τῷ χώρῳ τούτῳ· ὅθεν ἐπισυνῆψεν· "Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ", πάλιν τοὺς ἐν αὐτῷ τῷ χώρῳ εἰπών· ὁμοίως καὶ ὁ ∆αυῒδ τῷ σκοπῷ Μωϋσέως ἀκολουθῶν καὶ αὐτὸς μετὰ τὸν Μωϋσέα γενόμενος προφήτης, διαιρῶν τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, οὕτω φησίν· "Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ ∆υνάμεις αὐτοῦ"· ἀκολούθως ἀπὸ τοῦ στερεώματος καὶ τοῦ ὕψους ἀρξάμενος καὶ προϊὼν ἐπὶ τὰ κάτω, εἶπε πάντας τοὺς ἀγγέλους, τοὺς αὐτοὺς εἰπὼν καὶ ∆υνάμεις. 7.54 Λοιπὸν πάλιν τὰ ἅμα αὐτοῖς λέγει· "Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς"· ἐκ τούτου ἀνατρέχει εἰς τὸν ἀνώτερον χῶρον καί φησιν· "Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν", ἀντὶ τοῦ εἰπεῖν "ὁ οὐρανὸς τοῦ οὐρανοῦ", "οὐρανὸν οὐρανοῦ" καλέσας τὸν πρῶτον, ὃς οὐρανός ἐστι τούτου τοῦ ὁρωμένου στερεώματος· εἶτά φησι· "Καὶ τὸ ὕδωρ τὸ