1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

28

ἑπτάκις καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρά, ὡς ἴχνος ἀνδρός, ἀνάγουσα ὕδωρ ἀπὸ θαλάσσης." 2.106 Τὸ δὲ σαλευθῆναι τὴν γῆν οὐκ ἀπὸ πνεύματος λέγομενοὐ γὰρ ὡς αὐτοὶ μύθους ὑποτιθέμεθα, ἀλλὰ προστάγματι θείῳ τοῦτο γίνεσθαι λέγομεν ἀπεριέργως. Λέγει γὰρ ἡ Γραφὴ διὰ τοῦ ∆αυΐδ· "Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν." Καὶ ἐπὶ τῶν ἀποστόλων λέγει εἰς τὰς Πράξεις· "Καὶ ἐσαλεύθη ὁ τόπος, ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου." Καὶ Ἀμὼς δὲ ὁ προφήτης καὶ αὐτὸς οὕτως λέγει· "Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν." Καὶ πάλιν ἕτερος προφήτης, Ἀγγαῖος δὲ οὗτος, οὕτως λέγει· "Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν." Καὶ πάλιν Ἠσαΐας· "Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη." 2.107 Περὶ δὲ ἀντιπόδων οὔτε εἰπεῖν ἢ ἀκοῦσαι περὶ τούτων τῶν μύθων ἀνέχεται ἡ θεία Γραφή. "Ἐποίησε γάρ, φησίν, ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς." Οὐκ ἐπὶ ἀντιπροσώπου τῆς γῆς εἶπεν, ἀλλ' ἐπὶ προσώπου. Καταχθονίους δὲ τοὺς νεκροὺς τοὺς τεθαμμένους ἐν τῇ γῇ καλεῖ, οἷόν ἐστι τό· "Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων", ἵνα εἴπῃ ἀγγέλων ὡς οὐρανίων, ἀνθρώπων ὡς ἐπιγείων, καταχθονίων ὡς ἐν τῇ γῇ τεθαμμένων. Τοῦτο γὰρ ἔφη ἐπὶ τῆς ἀναστάσεως γίνεσθαι, ὅτε πάντες οἵ τε κατ' οὐρανὸν ἄγγελοι, οἵ τε κατὰ γῆν ἄνθρωποι καὶ οἱ ἐν τῇ γῇ τεθαμμένοι νεκροί, ἀνιστάμενοι πάντες, γόνυ κλίνουσιν ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Πατεῖν γὰρ λεγόμεθα ἐπάνω τῆς γῆς, οἷον ὡς ὅταν λέγῃ· "∆έδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων." Τὸ πατεῖν οὖν τὸ ἐπάνω τινὸς λέγεται πατεῖν· εἰ δὲ ἐπάνω τινὸς πατοῦμεν, τὸ ἀντιπατεῖν ὑποκάτω ἐστὶν οὗ πατεῖ. Κατὰ τοὺς σοφοὺς δὲ τὸ σφαιροειδὲς οὔτε ἐπάνω οὔτε ὑποκάτω ἔχει· οὐκοῦν οὔτε πατοῦμεν, οὔτε ἀντιπατοῦμεν, οὔτε ὅλως βαίνομεν ἐν τῇ γῇ· καὶ πλάσματα καὶ μῦθοί εἰσι τὰ κατ' αὐτούς. 2.108 Περὶ δὲ ἀγγέλων καὶ δαιμόνων ἢ ψυχῶν, πάντας περιγραπτοὺς λέγει ἡ θεία Γραφὴ καὶ ἐν τῷ κόσμῳ τούτῳ διάγοντας, ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος· "Θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις", ὡς εἰς ἕνα κόσμον διάγοντας. Ἀλλὰ καὶ ἐν τῷ ∆ανιὴλ λέγει περὶ αὐτῶν οὕτως· "Καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν, καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν." Τὸ οὖν "εἱστήκει ἐξ ἐναντίας μου" καὶ τὸ "ἦλθε" καὶ "ἀπῆλθε" καὶ "κατέλιπον αὐτὸν ἐκεῖ" καὶ ὅσα τοιαῦτα περιγραπτῶν εἰσι. Μόνον γὰρ ἀπερίγραφον τὸ θεῖον, πανταχοῦ καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ὄν. "Ἐὰν γὰρ ἀναβῶ", φησὶν ὁ ∆αυΐδ, "εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης", ἵνα εἴπῃ τῆς δύσεως, "καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με", φανερῶς τὸ ἀπερίγραφον τοῦ Θεοῦ ἐνταῦθα σημάνας. Ἐπὶ δὲ ἀγγέλων οὐ δυνατὸν τοῦτο νοεῖν, καταλειπομένους, ὡς ἀνωτέρω γέγραπται, ἐν τόπῳ. 2.109 Περὶ δὲ ψυχῶν, καὶ αὐτὰς περιγραπτὰς λέγει ἡ θεία Γραφὴ καὶ ἐν αὐτῷ τῷ σώματι περιγράφεσθαι, οἷον· "Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου", ὡσανεὶ καὶ αὐτῆς ἔνδον τυγχανούσης. Καὶ πάλιν· "Ἡ καρδία μου καὶ ἡ σάρξ μου", ἵνα εἴπῃ ἡ ψυχή μου καὶ ἡ σάρξ μου· κέχρηται δὲ ἀντὶ ψυχῆς τῇ καρδίᾳ, ὡς ἐκεῖ αὐτῆς ἱδρυμένης καὶ ἔνδον οὔσης τοῦ σώματος, ὡς ὅταν πάλιν λέγῃ· "Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου", ἵνα εἴπῃ ἐν τῇ ψυχῇ μου. Πάλιν· "Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός", ἵνα εἴπῃ ψυχήν. Ὁ δὲ Κύριος οὕτω φησίν· "Οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον· εἰς γὰρ τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται· τὰ δὲ ἐκπορευόμενα ἐκ τῆς καρδίας", ὡσανεὶ τῆς ψυχῆς, "ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον", οἶον "πονηροὶ διαλογισμοὶ" καὶ ὅσα καταλέγει ἰδιώματα τῆς ψυχῆς.