1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

24

λέγει· "Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" διαρρήδην πάντας εἰπὼν εἰς δια κονίαν τεταγμένους τῶν ἀνθρώπων. Ἔτι γὰρ πάλιν λέγει· "Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ", "κτίσιν" καλῶν ἐνταῦθα τοὺς ἀγγέλους, "υἱοὺς δὲ Θεοῦ", τοὺς ἀνθρώπους, "ἀποκαραδοκίαν" δέ, τὸ ἀπὸ τοῦ κάρα ἐκτείνειν καὶ μακρόθεν ὁρᾶν τε καὶ ἐλπίζειν τι χρήσιμον περὶ τῶν ἀνθρώπων. 2.86 Ἁμαρτήσαντος γὰρ τοῦ ἀνθρώπου καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, πάνυ ἐλελύπηντο οἱ ἄγγελοι ἀφελπιστίαν τοῦ παντὸς ἀναλογιζόμενοι, ὡς συνδέσμου ὄντος τοῦ ἀνθρώπου πάσης τῆς κτίσεως καὶ εἰκόνος Θεοῦ τυγχάνοντος, καὶ ἐκ τῆς ἀποφάσεως ἀφελπιστίαν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς λογιζόμενοι διακονεῖν καὶ ὑπηρετεῖν ἔτι ὑπὲρ αὐτοῦ ματαίως οὐκ ἠβούλοντο· ἀλλά, φησί, "διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι", ὡσανεί· Οὐκ εἴασεν ὁ Θεὸς τὴν βουλὴν αὐτῶν γενέσθαι, ἀλλὰ δέδωκεν αὐτοῖς ἐλπίδα τινά, ὥστε μὴ ἀπογνῶναι, ἀλλ' ἐλπίζειν τι χρήσιμον ἔσεσθαι μετὰ καιροῦ τοῖς ἀνθρώποις. Παραγραφή 2.87 Τῇ ἕκτῃ ἡμέρᾳ θεωρῶν ὁ μισόκαλος δαίμων τὸν ἄνθρωπον τιμηθέντα καὶ πολλῆς ἐπιμελείας ἀξιωθέντα, φθονήσας συγκατασπᾶν ἐπειρᾶτο. Ἀγνοῶν δὲ πόθεν αὐτῷ προσβάλλει, ἐθεώρει τὰ μὲν ἄλογα εὐθέως εἰς τροφὴν προσδραμόντα, αὐτὸν δὲ τέως εἰς ὄρεξιν μὴ κινηθέντα, ἀλλὰ περισκοποῦντα τὰ κάλλη τῶν φυτῶν δένδρων, καὶ ἐλογίσατο νόμον αὐτὸν εἰληφέναι παρὰ Θεοῦ. Ἐλθὼν δὲ πλησίον διὰ τοῦ ὄφεως πειρᾶται μαθεῖν τὸν νόμον καὶ τεχναζόμενός φησι· "Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;" Ἡ γυνὴ δέ, ὡς ἀρτιγενὴς οὖσα καὶ πολὺ βραδυτέρα ἐκείνου περὶ τὸ νοεῖν ὑπάρχουσα, ἐξεῖπεν αὐτῷ τὸν νόμον. 2.88 Τότε δῆθεν ὡς ἤδη εἰδὼς ἤρξατο τὸν Θεὸν διαβάλλειν ὡς φθονερὸν καὶ γαργαλίζειν τὸν ἄνθρωπον πρὸς τροφὴν καὶ συμβουλεύειν μᾶλλον ὑπακοῦσαι αὐτοῦ καὶ γενέσθαι δῆθεν ὡς θεοί, τὴν ἰδίαν αὐτοῖς νόσον προστρίβων. Καὶ δὴ πεισθεὶς τὸ δειλινὸν αὐτῇ τῇ ἡμέρᾳ ἐκβάλλεται ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου, ὥσπερ καὶ αὐτὸς εὐθέως ἁμαρτήσας κατερρίφη ἐκ τοῦ οὐρανοῦ. Ἐδέξατο δὲ ὁ ἄνθρωπος καὶ τὴν ἀπόφασιν τοῦ θανάτου ἀκούσας· "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ." 2.89 Τοῦτο τοὺς ἀγγέλους πάνυ ἐλύπει· ἠθύμουν μὲν γὰρ καὶ ἐπὶ τοῖς ἐξ αὐτῶν παραβεβηκόσι, πλὴν ἐξαιρέτως διὰ τὸν ἄνθρωπον, ὡς συνδουμένης ἐν αὐτῷ πάσης τῆς κτίσεως καὶ ἐνεχύρου ὄντος φιλίας παντὸς τοῦ κόσμου· τοῦ γὰρ συνδέσμου τούτου δῆθεν διαλυομένου, ἀνάγκη τὸ πᾶν διαλύεσθαι. Ἐθρήνουν τοίνυν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς τὴν διάλυσιν, ὥστε καὶ διακονεῖν ἔτι ματαίως ὑπὲρ αὐτοῦ οὐκ ἠνείχοντο. Τοῦ δὲ εὐσπλάγχνου Θεοῦ διὰ τῆς ἐπιμελείας πάλιν τοῦ ἀνθρώπου καὶ τῆς ὑπερθέσεως τῆς τιμωρίας εὐέλπιδας τούτους καταστήσαντος, προθύμως ἐπ' ἐλπίδι διηκόνουν. Καθ' ἑκάστην δὲ γενεὰν ἐπιδόξους τοὺς δικαίους ἐργαζόμενος ὁ Θεὸς τούτους προθυμοτέρους καθίστησι καὶ ἐλπίδας ἀνακτίσεως καὶ ἀνακλήσεως καὶ ἀνακαινίσεως αὐτοῖς καταβάλλεται. 2.90 Ἀμέλει ἐπὶ τῇ γενέσει τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα ἡ πληθὺς πᾶσα τῶν ἀοράτων ∆υνάμεων θεωρήσασα τεχθέντα, δι' οὗ γίνεται τοῦ θανάτου ἡ κατάλυσις καὶ τῆς ἀνακτίσεως καὶ ἀναστάσεως ἡ ἀρχὴ καὶ αὐτῶν ἡ ἐλευθερία, τὸν Θεὸν τὸν πάντων αἴτιον ἀνυμνοῦντες ἐβόων· "∆όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία", τὴν λύπην ἐκείνην καὶ τὴν κατήφειαν τὴν πάλαι διὰ τὸν ἄνθρωπον τέλεον ἀποβαλλόμενοι, καὶ χαίροντες ἐπὶ τῇ τοῦ δευτέρου Ἀδὰμ γενέσει. Ὅθεν καὶ ἐν καιρῷ τῶν πειρασμῶν θεωρήσαντες μὲν ἤδη πρόπαλαι τὴν ἧτταν τοῦ πρώτου Ἀδάμ, ἐφ' ᾧ καὶ ἐδυσφόρουν, νυνὶ δὲ καὶ τούτου τοῦ δευτέρου τὴν νίκην, ὡς νομίμως οὐχ ἅπαξ, ἀλλὰ τρίτον παλαίσαντος τῷ πειράζοντι ἔξω τοῦ σκάμματος