1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

95

κομιζόμενοι, μετάρσιοι ἀεροβατοῦντες σὺν Χριστῷ βασιλείαν οὐρανῶν κληρονομοῦσι, σὺν Χριστῷ βασιλεύσουσι, σὺν Χριστῷ οἰκητήριον τὸν οὐρανὸν κέκτηνται, σὺν Χριστῷ τῆς ἀχειροποιήτου σκηνῆς τὴν εἴσοδον συγχωρούμενοι πατεῖν, σὺν Χριστῷ τῆς οὐρανίου πόλεως Ἱερουσαλὴμ πολῖται σὺν ἁγίοις ἀγγέλοις ἀναγορευόμενοι, σὺν Χριστῷ χαίροντες, σὺν Χριστῷ ἀγαλλιώμενοι, σὺν Χριστῷ ὑψούμενοι, σὺν Χριστῷ στεφανηφοροῦντες, σὺν Χριστῷ δοξαζόμενοι, σὺν Χριστῷ τοῦ θρόνου τῆς χάριτος ἀπολαύοντες, σὺν Χριστῷ δικαιοσύνης καὶ ἁγιασμοῦ καὶ ἀπολυτρώσεως καὶ μακαριότητος καὶ παντὸς αἰωνίου καὶ ἀνεκλαλήτου ἀγαθοῦ ἀπολαύοντες. Ποῖον ἔθνος ἢ ποία αἵρεσις τοιαύτας ἐλπίδας πιστεύουσα κέκτηται, εἰ μὴ μόνον χριστιανοί; 5.252 Ἕλληνες ἀπιστοῦσιν, ἀνέλπιστοι ὄντες, σοφίαν τοῦ κόσμου τούτου ἀγαπῶντες, ἥτις μᾶλλον οὔτε ἓν τῶν πραγμάτων ἐξισχύει καταλαβεῖν ἀφ' ἑαυτῆς, εἰ μὴ θεία τις ἔλλαμψις παρακολουθήσῃ. Ὁμοίως καὶ Ἰουδαῖοι ἀπιστήσαντες τῷ φανέντι Χριστῷ τῷ ταῦτα πάντα φανερῶς κηρύξαντι καὶ συστήσαντι, καὶ δι' ἑαυτοῦ καὶ διὰ τῶν ἀποστόλων, τούτων πάντων ἀπέτυχον. Σαμαρεῖται δὲ καὶ μοντανοὶ σκληροτράχηλοι ὑπὲρ τοὺς Ἰουδαίους ὄντες ἐκ Μωϋσέως καὶ τῶν σχημάτων τοῦ κόσμου μὴ δυνάμενοι παιδευθῆναι, ἀλλὰ καὶ τοὺς προφήτας ἀπιστοῦντες, μήτε ἄγγελον μήτε πνεῦμα μήτε ψυχὴν λογικὴν ἀθάνατον ὁμολογοῦντες, ἀλλὰ καὶ αὐτοὶ ἴσα τῶν Ἑλλήνων ἀνάστασιν σωμάτων ἀθετοῦντες, τούτων πάντων ἀποτυγχάνουσιν. Ὁμοίως μανιχαῖοι πάλιν τὰ σώματα μισοῦντες καὶ τούτων ἀνάστασιν μὴ ὁμολογοῦντες, ἀλλὰ πονηροῦ θεοῦ αὐτὰ δημιουργήματα ὑποτιθέμενοι καὶ ἀπώλειαν αὐτῶν προσδοκῶντες, πάντων τῶν ἀγαθῶν καὶ αὐτοὶ στερίσκονται, μεθ' οὗ ἐχειροτόνησαν ἑαυτοῖς θεοῦ περὶ τὴν γῆν ὡς ἀσεβεῖς κατακρινόμενοι. Ὁμοίως καὶ πάντες οἱ αἱρετικοὶ ὅσοι ἀθετοῦσι τὴν ἀνάληψιν τῆς ἡμετέρας σαρκὸς καὶ τῆς ἡμετέρας ψυχῆς ἐν τῷ καιρῷ τῆς ἐνανθρωπήσεως, καὶ ὅσοι ἀθετοῦσι κολοβοῦντες τὴν θεότητα τοῦ Υἱοῦ καὶ σμικρύνοντες τὴν θεότητα τοῦ ἁγίου Πνεύματος, τούτων πάντων τῶν ἀγαθῶν καὶ αὐτοὶ στερίσκονται. 5.253 Μόνοι γὰρ οἱ ὁμολογοῦντες ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀΐδιον, ἀπερίγραφον, ἀόρατον, ἀναφῆ, ἄφθαρτον, ἀθάνατον, ἀπαθῆ, ἀσώματον, ἀπεριόριστον, ἀκατάληπτον, ἀσύνθετον, ἀμερῆ, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι γνωριζόμενόν τε καὶ προσκυνούμενον, καὶ ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐν τῷ καιρῷ τῆς ἐνανθρωπήσεως ἀνακτί σαι βουλόμενον ὅνπερ ἔκτισε κόσμον. 5.254 Λαβὼν πάλιν ἐκ τῆς ἁγίας παρθένου Μαρίας ἐκ τοῦ ἡμετέρου φυράματος ὁ Θεὸς Λόγος, σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, ἄνευ σπορᾶς, ἀνακτίζει τὸν μικρὸν κόσμον, τὸν σύνδεσμον πάσης τῆς κτίσεως, τουτέστι τὸν ἄνθρωπον, καὶ ἑνοῖ ἑαυτῷ ἐξ αὐτῆς τῆς ἀκαριαίας ῥοπῆς ἑνώσει ἐξαιρέτῳ καὶ ἀναφαιρέτῳ, ὡς μὴ προεπινοεῖσθαι τὴν λῆψιν τῆς ἑνώσεως, ἀλλ' ἅμα διάπλασις καὶ λῆψις καὶ ἕνωσις· συνεχώρησε παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τελειώσας διὰ τῆς ἀναστάσεως εἰς οὐρανὸν ἀνήγαγε καὶ τῆς ἐκ δεξιῶν αὐτοῦ καθέδρας ἐτίμησε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς κατέστησεν. Ὁμοίως σὺν τούτῳ καὶ οἱ βιοῦντες καλῶς εἰσέρχονται εἰς τὸν νυμφῶνα ἅμα τῷ νυμφίῳ, μὴ κολοβοῦντες μήτε τὴν θεότητα μήτε τὴν ἀνθρωπότητα· οὗτοι συγχορεύουσι τῷ Χριστῷ καὶ συμβασιλεύουσιν αὐτῷ ἐν τῷ οὐρανῷ, ἀκούοντες παρ' αὐτοῦ ἐν τῇ συντελείᾳ· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." 5.255 Περὶ δὲ τῆς συντελείας τὴν ἡμέραν οὐδεὶς ἐπίσταται, εἰ μὴ μόνος ὁ Θεός. Φασὶ δέ, εἰ μὴ συναρίθμιοι γένωνται οἱ ἄνθρωποι τοῖς ἀγγέλοις, οὐ συντελεῖται ὁ κόσμος· λέγει γὰρ ὁ Μωϋσῆς· "Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ", ὡσανεί· Τὸν ὅρον τῶν ἐθνῶν ἐν τούτῳ ἔστησεν, ἐν τῷ συναριθμίους γενέσθαι τοῖς ἀγγέλοις. Ἀμέλει καὶ ὁ Ἀπόστολος λέγει· "Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται", σαφῶς περὶ