1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

20

πάντα τὸν ὑπ' ἐμοὶ κόσμον κατῆλθον εἰς τὴν Ἀδούλι τῷ ∆ιὶ καὶ τῷ Ἄρεει καὶ τῷ Ποσειδῶνι θυσιάσαι ὑπὲρ τῶν πλοϊζομένων· ἀθροίσας δέ μου τὰ στρατεύματα καὶ ἐφ' ἓν ποιήσας, ἐπὶ τούτῳ τῷ τόπῳ καθίσας τόνδε τὸν δίφρον παραθήκην τῷ Ἄρεει ἐποίησα ἔτει τῆς ἐμῆς βασιλείας εἰκοστῷ ἑβδόμῳ. 2.64 Καὶ ταῦτα μὲν τὰ ἐν τῷ δίφρῳ γεγραμμένα. Ἕως δὲ τῆς σήμερον ἡμέρας ἐν ἐκείνῳ τῷ τόπῳ ἔνθα κεῖται ὁ δίφρος ἔμπροσθεν αὐτοῦ τοὺς καταδίκους φονεύουσιν. Εἰ ἐκ τοῦ παλαιοῦ τοῦ κατὰ τὸν Πτολεμαῖον ἔθους τοῦτο κεκρατηκός, εἰπεῖν οὐκ ἔχω. Ταῦτα δὲ τέθεικα δεῖξαι βουλόμενος ὡς καὶ αὐτὸς τέλος τῆς Αἰθιοπίας τὴν Σάσου καὶ τὴν Βαρβαρίαν ἀκριβῶς ἐπίσταται, πάντα τὰ ἔθνη ἐκεῖνα ὑποτάξας καὶ τὰς χώρας, ἃ καὶ πλεῖστα ἐξ αὐτῶν ἐθεασάμεθα, τὰ λοιπὰ δὲ καὶ ὡς ἐγγύθεν ὄντες τῶν τόπων ἀκριβῶς μεμαθήκαμεν. Τὰ γὰρ πλεῖστα τῶν ἀνδραπόδων τῶν ἐρχομένων ἐξ αὐτῶν τῶν ἐθνῶν εἰσιν, ἃ καὶ νῦν εὑρίσκονται παρὰ τοῖς ἐμπορευομένοις ἐκεῖσε. Ἀλλὰ καὶ Σαμῆνε, ἔνθα λέγει τὰς χιόνας καὶ τὰ κρύη γίνεσθαι, ἐκεῖ ἐξορίζει ὁ βασιλεὺς τῶν Ἀξωμιτῶν, ἡνίκα τινὰ καταδικάσῃ πεμφθῆναι ἐν ἐξορίᾳ. Τοὺς δὲ πέραν Ἀραβίτας καὶ Κιναιδοκολπίτας καὶ τὴν Σαβαίων χώραν, τοὺς Ὁμηρίτας λέγει. Ἔστιν οὖν καὶ ἐκ ταύτης τῆς ἱστορίας ἀκριβῶς στοχάσασθαι τὸ πλάτος τῆς γῆς ἀπὸ τῶν ὑπερβορείων τόπων ἕως τῆς Σάσου καὶ τῆς λιβανωτοφόρου Βαρβαρίας οὐ πλείω τῶν διακοσίων μονῶν εἶναι. 2.65 Ἀκριβῶς γὰρ ἐπιστάμενοι καὶ οὐ πολὺ διαμαρτά νοντες τῆς ἀληθείας, τὰ μὲν πλεύσαντες καὶ ὁδεύσαντες, τὰ δὲ ἀκριβῶς μεμαθηκότες, κατεγράψαμεν, ὥστε καὶ κατὰ τοῦτο τὴν μὲν θείαν Γραφὴν ἀληθεύειν, τοὺς δὲ ἔξωθεν ψεύδεσθαι, στοχαζομένους μᾶλλον καὶ σοφιζομένους ψευδῆ, καὶ γραώδεις μύθους διηγουμένους πρὸς σύστασιν τῆς αὐτῶν ματαιότητος, καὶ ἀναπλαττομένους ἑτέραν ζώνην νοτιωτέραν τῆς κεκαυμένης ὁμοίαν τῆς ὑφ' ἡμῶν οἰκουμένης· ταύτην δὲ οὐδεὶς ἑώρακε πώποτε οὔτε ἀκήκοε. Πῶς γὰρ ὁραθείη ἢ ἀκουσθείη τὸ μὴ τῇ ἀληθείᾳ αἰσθητῶς ὑφιστάμενον; ∆ιὸ οὐ παραδεκτέον τοὺς αὐτῶν φληνάφους· νέων γάρ τινων σοφιζομένων τὰ τοιαῦτα τυγχάνει, καὶ οὐ παλαιῶν, οἵτινες σοφίσμασι πιθανοῖς ἔδοξαν ἀνατρέπειν τοὺς παλαιοὺς τοὺς πρὸ αὐτῶν γεγονότας, ἀδυνάτοις ἐπιχειροῦντες, καθάπερ ἐν τῷ πρὸ τούτου λόγῳ τὸν ἔλεγχον ὡς ἐν βραχέσιν ἐποιησάμεθα. Παραγραφὴ εἰς τὸν Πτολεμαῖον 2.66 Οὗτος ὁ Πτολεμαῖος εἷς ἐστι τῶν βασιλευσάντων μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα Πτολεμαίων, περὶ ὧν ὁ προφήτης ∆ανιὴλ προφητεύει διαφόρως μέν, ἐξαιρέτως δὲ ἐν τῷ ἐνυπνίῳ τῆς εἰκόνος τοῦ Ναβουχοδονόσορ καὶ τῷ ὁράματι τῶν τεσσάρων θηρίων τῶν ἀναβαινόντων ἀπὸ τῆς θαλάσσης, ὧν εἶδεν αὐτὸς ὁ ∆ανιήλ, ἐν μὲν τῇ εἰκόνι κεφαλὴν χρυσῆν, ἐν δὲ τῷ ὁράματι λέαιναν, σημαίνων τὴν τῶν Βαβυλωνίων ἀρχήν, τουτέστι τὸν Ναβουχοδονόσορ. Εἶτα ἐν μὲν τῇ εἰκόνι στῆθος καὶ βραχίονας ἀργυροῦς, ἐν δὲ τῷ ὁράματι ἄρκον, τὴν τῶν Μήδων ἀρχὴν ἥττονα οὖσαν τῶν Βαβυλωνίων, τουτέστι ∆αρεῖον τὸν Μῆδον λέγει. Εἶτα ἐφεξῆς ἐν μὲν τῇ εἰκόνι κοιλίαν καὶ μηροὺς χαλκοῦς, ἐν δὲ τῷ ὁράματι πάρδαλιν, τὴν τῶν Περσῶν ἀρχήν, τουτέστι Κῦρον, σημαίνει, ἥτις ἐγένετο λαμπρὰ καὶ περιφανής, οὐκ ἔλαττον τῶν Βαβυλωνίων. 2.67 Εἶτα πάλιν ἐν μὲν τῇ εἰκόνι κνήμας σιδηρᾶς, ἐν δὲ τῷ ὁράματι θηρίον ἔκθαμβον καὶ φοβερόν, ὄνυχας χαλκοῦς καὶ ὀδόντας σιδηροῦς ἔχον, τὴν μακεδονικὴν ἀρχὴν δηλοῖ, τουτέστιν Ἀλέξανδρον, λεπτῦνον καὶ δαμάζον τὰς βασιλείας. Εἶτα πάλιν ἐν μὲν τῇ εἰκόνι πόδες καὶ δάκτυλοι, "μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον", ἐν δὲ τῷ ὁράματι δέκα κέρατα ἰσάριθμα τῶν δακτύλων, βασιλείαν διῃρημένην λέγει, τὴν μετὰ Ἀλέξανδρον, ἣν καὶ ἐν τῷ ὁράματι τοῦ κριοῦ καὶ τοῦ τράγου διαιρεθεῖσαν εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ δηλοῖ. 2.68 Τοῦ γὰρ Ἀλεξάνδρου τελευτῶντος τοῖς τέσσαρσι φίλοις αὐτοῦ διεῖλε τὴν βασιλείαν αὐτοῦ· καὶ ὁ μὲν εἷς τῆς Εὐρώπης, ἤτοι τῆς Ἑλλάδος, ἐβασίλευσεν, ὁ δὲ ἕτερος τῆς Ἀσίας, ὁ δὲ ἄλλος Συρίας καὶ Βαβυλωνίας, καὶ ὁ τέταρτος Αἰγύπτου καὶ Λιβύης καὶ τῶν νοτίων μερῶν. Ἐκ τούτων