1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

8

καὶ ἡ ψυχή; 1.31 Εἰ δέ, καθά φασιν, ἐλλάμπει τῷ σώματι μὴ συμπεριγραφομένη αὐτῷ, ζητητέον ποῦ ὑπάρχουσα ἐλλάμπει τῷ σώματι· ἀδύνατον γὰρ κτιστὴν αὐτὴν οὖσαν μὴ σὺν τοῖς κτίσμασιν ὑπάρχειν. Καὶ εἰ μὲν ἔσωθέν που τοῦ οὐρανοῦ ἐροῦσι, πάλιν ὑπ' αὐτοῦ τοῦ σώματος τοῦ οὐρανοῦ περιγράφεται ἡ σκιαγραφουμένη παρ' ὑμῖν ἀπερίγραφος. Εἰ δὲ ἔξωθεν δώσουσι, πρῶτον μὲν ἑαυτοὺς κατέλυσαν, ἔπειτα· Ἐν μέρει τοῦ οὐρανοῦ ἐστιν ἢ ἐν ὅλῳ; Καὶ εἰ μὲν ἐν μέρει, πάλιν περιγραπτή ἐστιν, ὡς ἐν μέρει βραχυτάτῳ οὖσα· εἰ δὲ ὅλῳ, περιγράφει μὲν τὸν οὐρανόν, ὑπὸ σχῆμα δὲ εὑρεθήσεται σφαιροειδὴς τυγχάνουσα, κατὰ τὰ ἐντεῦθεν πέρατα συμπεριειληφυῖα τὴν σφαῖραν. 1.32 Εἰ δὲ πάλιν καὶ ἔσωθεν καὶ ἔξωθεν αὐτὴν εἴπωσι διήκουσαν διὰ πάντων ὡς ἀπερίγραφον, μὴ λανθανέτωσαν ἑαυτοὺς πολυθεΐαν εἰσάγοντας καὶ ἰσοθεΐαν φανταζομένους. Τοῦτο γὰρ τὸ ἰδίωμα, εἰ μὴ τοῦ ἀκτίστου Θεοῦ τοῦ κτίσαντος καὶ δημιουργήσαντος τὰ πάντα, οὐκ ἔστι. Φάσκοντες οὖν εἶναι σοφοὶ μωραίνουσι κατὰ τὸν μακάριον Παῦλον τὸν ἀπόστολον, ἐναλλάξαντες τὴν δόξαν τοῦ ἀπεριγράφου Θεοῦ εἰς τὰς κτιστὰς ἑαυτῶν ψυχάς, σφετεριζόμενοι τὴν δόξαν τὴν θείαν. ∆ιὰ τοῦτο μᾶλλον αὐτοὺς φευκτέον. "Τούτους γάρ, φησὶν ὁ Ἀπόστολος, ἀποτρέπου, τοὺς ἔχοντας μὲν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἀρνουμένους." 2.τ ΛΟΓΟΣ Βʹ Ὑποθέσεις χριστιανικαὶ περὶ σχημάτων καὶ τοποθεσίας παντὸς τοῦ κόσμου ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ἔχουσαι. 2.1 Ὅσην μὲν ἀναβολὴν ἐποιησάμην περὶ τὴν τῶν σχημάτων τοῦ κόσμου συγγραφήν, πολλάκις καὶ ἑτέρων ἡμᾶς εἰς τοῦτο προτρεψαμένων ἀνδρῶν θαυμασίων, αὐτὸς πάντων ἄμεινον οἶσθα, ὦ τὰ πάντα φίλε θεόφιλέ τε καὶ χριστόφιλε καὶ πάντων ἁγίων ἀνδρῶν φερώνυμε Πάμφιλε, ἐπιγείου μὲν Ἱερουσαλὴμ πάροικος τυγχάνων, οὐρανίου δὲ σὺν πρωτοτόκοις πολίτης ἀπογεγραμμένος. Ἄνωθεν μὲν ἐξ ἀκοῆς θερμοτάτῃ συνδεδεμένος φιλίᾳ, τῆς δὲ κατὰ πρόσωπον θέας νυνὶ ἀπολαύσας τῆς σῆς, ὅτε τῇ τοῦ Θεοῦ βουλῇ ἐξ Ἱεροσολύμων πρὸς ἡμᾶς ἐνταῦθα, τῇ μεγίστῃ Ἀλεξάνδρου πόλει, παρεγένου, ἐνοχλῶν ἡμῖν περὶ τούτου οὐ διέλειπες, ἀσθενῶν ἡμῶν τυγχανόντων τῷ σώματι, ταῖς τε ὄψεσι καὶ τῇ ξηρότητι τῆς γαστρὸς πιεζομένων, καὶ συνεχῶς λοιπὸν ἐκ τούτου ἀσθενείαις συχναῖς περιπιπτόντων, ἄλλως τε δὲ καὶ τῆς ἔξωθεν ἐγκυκλίου παιδείας λειπομένων καὶ ῥητορικῆς τέχνης ἀμοιρούντων καὶ στωμυλίᾳ λόγων ἢ κομπῷ χαρακτῆρι συνθεῖναι λόγον οὐκ εἰδότων, καὶ ταῖς τοῦ βίου πλοκαῖς ἀσχολουμένων. 2.2 Αὐτὸς οὐδὲν ἧττον ἐνοχλῶν ἡμῖν οὐ διέλειπες, ὡς λόγον ἡμᾶς ἔγγραφον ἐκθεῖναι περὶ τῆς σκηνῆς τῆς ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως κατασκευασθείσης, ἣ τύπος ἦν καὶ ὑπογραφὴ παντὸς τοῦ κόσμου, καθὰ καὶ παρόντι διὰ ζώσης φωνῆς ἐξηγησάμην, οὐκ οἴκοθεν ὁρμηθείς, οὐδ' ἐξ ἐμαυτοῦ πλασάμενος ἢ στοχασάμενος, ἀλλ' ἐκ τῶν θείων Γραφῶν παιδευθείς, καὶ διὰ ζώσης δὲ φωνῆς παραλαβὼν ὑπὸ τοῦ θειοτάτου ἀνδρὸς καὶ μεγάλου διδασκάλου Πατρικίου, ὃς τάξιν ἀβραμιαίαν πληρῶν ἐκ Χαλδαίων παραγεγονὼς ἅμα τῷ ἐν ἁγίοις τότε μαθητῇ Θωμᾷ τῷ ἐξ Ἐδέσσης αὐτῷ πανταχοῦ ἀκολουθήσαντι, νυνὶ δὲ ἐν τῷ Βυζαντίῳ βουλήσει Θεοῦ τὸν βίον μεταλλάξαντι, μετέδωκε θεοσεβείας καὶ γνώσεως ἀληθεστάτης, ὃς καὶ αὐτὸς νυνὶ ἐκ θείας χάριτος ἐπὶ τοὺς ὑψηλοὺς καὶ ἀρχιερατικοὺς θρόνους ἀνήχθη τῆς ὅλης Περσίδος, καθολικὸς ἐπίσκοπος τῶν αὐτόθι κατασταθείς. 2.3 Ἐμοῦ δὲ λίαν εἰς τοῦτο ἀποροῦντος, μάλιστα διὰ τοὺς φιλεγκλήμονας, ὧν εὔπορος ἡ διαβολὴ καὶ πολλὰς ὕλας τοῦ σκώπτειν ἔχουσα, ὄκνος οὐχ ὁ τυχών με κατεῖχεν. Αὐτὸς δὲ πάλιν προὔτρεπες κατακρίμασι βαρῶν ἐπὶ τὸ συγγράφειν, φάσκων τῷ βίῳ χρήσιμον εἶναι τὸ σύνταγμα πρὸς μάθησιν καὶ κατανόησιν θείων δογμάτων καὶ ἀνατροπὴν ἑλληνικῶν προλήψεων, καὶ ὅπως ἅπας ὁ σκοπὸς τῆς θείας Γραφῆς εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορᾷ, μάλιστα τοῦ Ἀποστόλου λέγοντος· "Οἴδαμεν γάρ, φησίν, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἔχομεν ἐκ Θεοῦ ἀχειροποίητον, οἰκίαν αἰώνιον ἐν