1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

61

Ἰορδάνῃ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναυή. 5.66 Ἐν ταύτῃ τῇ γῇ κατοικοῦσιν ἤγειρεν αὐτοῖς ὁ Θεὸς κατὰ καιρὸν προφήτας τὴν ἔλευσιν τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα διαγορεύειν, δι' οὗ ἤμελλεν ἀναδείκνυσθαι ἡ μέλλουσα κατάστασις, ὑπομιμνῄσκοντας αὐτοὺς τῶν ἐπαγγελιῶν, ὧν πρὸς Ἀβραὰμ ἐποιήσατο. ∆ιαγράφομεν τοίνυν ἕκαστον τῶν πρεσβυτέρων καὶ προφητῶν, ὅπως ἀνακηρύττῃ ἀξιωθεὶς μὲν εἰπεῖν τι περὶ τῆς ἐλεύσεως τοῦ ∆εσπότου Χριστοῦ, εἴτε διὰ λόγων, εἴτε δι' ἔργων, ἐπιγράφοντες. Συμβάλλεται γὰρ καὶ τοῦτο τῷ ἡμετέρῳ λόγῳ, ὅπως καὶ ἐν τούτῳ δείξωμεν ἀπ' ἀρχῆς ἕως τέλους εἰς ὃν σκοπὸν ἀφορᾷ πᾶσα ἡ θεία Γραφή. 5.67 Οὗτος ὁ πρωτόπλαστος Ἀδάμ, ὃς ἠξιώθη προειπεῖν περί τε ἑαυτοῦ καὶ τῆς ἰδίας γυναικὸς ὡς ἐξ εὐλογίας Θεοῦ διὰ τῆς συναφείας εἰς σάρκα μίαν ἀμφότεροι συνάπτονται, ὅπερ ὁ Κύριος μαρτυρεῖ ἐν Εὐαγγελίοις λέγων τὸν Θεὸν ταῦτα εἰρηκέναι διὰ στόματος τοῦ Ἀδάμ, ὃς καὶ νυμφαγωγὸς αὐτοῦ ἐγένετο. 5.68 Ὁ δὲ ἀπόστολος Παῦλος κατεχρήσατο τούτῳ τῷ παραδείγματι, μυστικώτερον ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ αὐτὸ ἐκλαβὼν καὶ τῆς Ἐκκλησίας λέγων· "Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλη σίαν". Καὶ γὰρ ὥσπερ κεφαλή ἐστιν ὁ Ἀδὰμ πάντων τῶν ἀνθρώπων ἐν τούτῳ τῷ κόσμῳ, ὡς αἴτιος αὐτῶν ὢν καὶ πατήρ, οὕτω καὶ ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα τῆς Ἐκκλησίας κεφαλή ἐστι καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος. Οὗτος πάλιν πρῶτος ἠξιώθη εἰκὼν Θεοῦ γενέσθαι καὶ κληθῆναι, ἐπὶ δὲ τοῦ ∆εσπότου Χριστοῦ κυριώτερον ἐκβέβηκε, καθὰ καὶ ὁ Ἀπόστολος λέγει· "Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου." Οὗτος μόνος καὶ πρῶτος ἀνθρώπων ἐκ πλευρᾶς διὰ τοῦ Θεοῦ προήνεγκε τὸ θῆλυ ἀσπόρως, καὶ ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα ἀσπόρως ὡς ἄρρεν ἐκ τοῦ θήλεως παρήχθη, τὴν ἰσοτιμίαν καὶ τὸ χρέος τῆς φύσεως ἀναπληρώσας. Οὗτος πρῶτος ἀνθρώπων ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἥμαρτεν· ὁ ∆εσπότης Χριστὸς ὑπὲρ τούτου τὸ χρέος ἀπέτισε σχίσας εὐλόγως τὸ χειρόγραφον καὶ καταπατήσας τὸν ἐχθρόν. Παραγραφή 5.69 Ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ὁ Ἀπόστολος τύποαὐτοῦ τοῦ Χριστοῦ ἔφησεν εἶναι τὸν Ἀδὰμ λέγων· "Ὅς ἐστι τύπος τοῦ μέλλοντος", καὶ ὁμοίως τοῦτον πρῶτον εἶπε καὶ τὸν Χριστὸν δεύτερον. Ἀπειλήσαντος τοῦ Θεοῦ τῷ πρώτῳ ἀνθρώπῳ αὐθημερὸν θάνατον, εἰ παραβαίη τὴν ἐντολήν, καὶ παραβάντι μὴ ἐπενέγκαντος αὐτῷ κατὰ τὴν ἀπειλὴν εὐθέως τὸν θάνατον, ἀλλὰ μακροθυμήσαντος καὶ μόνον παιδεύσαντος καὶ τοῦ παραδείσου ἐκβαλόντος καὶ μακρῷ γήρει ὕστερον συγχωρήσαντος τελευτᾶν, ἔδειξε πολλὴν φειδῶ πρὸς τοὺς ἀνθρώπους ποιούμενος ὁ Θεός, μάλιστα καὶ χιτῶνας αὐτῷ προνοούμενος, καὶ ὅτι οὐ κατ' ὀργὴν τὸν θάνατον ἐπήνεγκε τῇ φύσει τῶν ἀνθρώπων, ἀλλὰ φρονήσει καὶ σοφίᾳ διδάσκων διάκρισιν τὸν ἄνθρωπον καὶ μισητὴν αὐτῷ ποιῶν τὴν ἁμαρτίαν καὶ ποθητὴν τὴν δικαιοσύνην. ∆ιὰ δὲ τῆς φυλακῆς τοῦ ξύλου τῆς ζωῆς ἐδίδασκεν ἐρᾶν τὸν ἄνθρωπον καὶ ἐλπίζειν ἀθανασίας. ∆όξα τῷ ἐξ ἀρχῆς καὶ ἕως τέλους οἰκονομοῦντι τὰ κατὰ τὸν ἄνθρωπον. Ἔτι παραγραφή 5.70 Ἔνεστι πάλιν τῷ βουλομένῳ μαθεῖν ὡς οὐκ ὀργῇ, ἀλλὰ μᾶλλον φιλανθρωπίᾳ καὶ σοφίᾳ τὰ κατὰ τὸν ἄνθρωπον ᾠκονόμησεν, ὅτι καὶ μετὰ τὴν παράβασιν οὐ μόνον φείδεται καὶ προνοεῖται αὐτοῦ, ἀλλὰ καὶ προφητικοῦ χαρίσματος ἠξίωσε. Φησὶ γὰρ περὶ τῆς γυναικὸς αὐτοῦ· "Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων." Οὐκ ἦν γὰρ τῆς αὐτοῦ δυνάμεως προϊδεῖν ὅτι ποιήσει κόσμον ἀνθρώπων ἐκ τῆς γυναικὸς αὐτοῦ, εἰ μὴ θεία δύναμις καὶ χάρις αὐτῷ ἐνεπνεύσθη. 5.71 Πάλιν φονεύσαντος τοῦ Κάϊν τὸν Ἄβελ μήπω ποιήσαντα τέκνα, ἀλλὰ νέον καὶ ἄωρον, περιόντος δὲ τοῦ Κάϊν, προβλέπων πάλιν ὡς καὶ Κάϊν καὶ τὸ τούτου σπέρμα ἀπολέσθαι ἔχει ἐν τῷ κατακλυσμῷ, ὃν ἐγέννησε τρίτον Σὴθ προσηγόρευσεν, ὡσανεὶ θεμέλιοςοὕτω γὰρ ἑρμηνεύεται τὸ Σήθ, ἐν ταὐτῷ δύο προφητείας εἰπών, ὅτι καὶ τὸ σπέρμα τοῦ Κάϊν ἀπολέσθαι ἔχει καὶ οὗτος ὁ γεννηθεὶς ὥσπερ τις ἀρχὴ καὶ θεμέλιος καινὸς τῶν ἀνθρώπων ἐστίν. Οὐ μόνον δὲ