1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

125

Βαβυλωνίου; 8.28 Ἔδει σε ἐκ τῶν προλαβόντων παιδεύεσθαι ὅτι οὐ τοσοῦτον εἰς δόξαν σήν, ἀλλ' εἰς δόξαν ἐμήν, τὰ μεγάλα σημεῖα γεγόνασι, πρὸς τὸ καὶ τὰ ἔθνη παιδεύεσθαι τὴν ἐμὴν μεγαλειότητα, ἧς πάλιν καταφρονῶν ἐπήρθης μὴ εὐχαρι στήσας, ἀλλ' ἄνευ ἐμοῦ δεξάμενος καὶ δείξας τοῖς πρέσβεσιν ὃν παρ' ἐμοῦ ἐκτήσω πλοῦτον· τοιγαροῦν ἀπεντεῦθεν μαθήσῃ ὡς μετὰ ταῦτα, ἐπὶ τῶν σῶν διαδόχων, πάντα τὸν σὸν πλοῦτον εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν παραδώσω τοῖς Βαβυλωνίοις, ὅτι ἠμέλησας πάλιν τῆς ἡμετέρας δόξης σεαυτὸν προτιμήσας ἐμοῦ· ἐπειδὴ δὲ ἀεὶ ἐνάρετος γέγονας καὶ εὐσεβής, ἐπὶ τῶν καιρῶν σου οὐδὲν τούτων συμβήσεται. Ταῦτα ἀκούσας ὁ Ἐζεκίας καὶ συνιεὶς καὶ ταπεινωθείς, ὡς δίκαιος καὶ ὑπήκοος Θεῷ, εὐχαριστήσας εἶπε πρὸς Ἠσαΐαν· "Ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησε· γενέσθω δὴ εἰρήνη ἐν ταῖς ἡμέραις μου." 8.29 Ὅτι δὲ πάντα κατὰ τὸ ῥῆμα τοῦ προφήτου γεγόνασιν, εὔδηλον, ὡς Ναβουχοδονόσορ ὁ Βαβυλώνιος πορθήσας τὰ Ἱεροσόλυμα πάντα ἔλαβεν ἐν Βαβυλῶνι, καὶ ἐκ τοῦ γένους δὲ τοῦ βασιλικοῦ ἐκλεξάμενος νεανίσκους τοὺς περὶ ∆ανιήλ, καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ, καὶ τὰ γεννητικὰ τῆς φύσεως ἐκτεμὼν ἀπ' αὐτῶν μόρια πρὸς ἰδίαν ὑπηρεσίαν κατέστησεν· ἐκ τοιούτων γὰρ ἔθος ἐστὶν ὑπηρετεῖσθαι τὸν βασιλέα· μετ' αὐτοῦ γὰρ καὶ ἀνεστρέφοντο· οὔτε γὰρ γάμος ἑνὸς ἐξ αὐτῶν φέρεται παρὰ τῇ θείᾳ Γραφῇ, οὐδὲ τέκνον, οὔτι τῶν τοιούτων ἠκούσθη περὶ αὐτῶν, ἀλλὰ καὶ ἡ παράδοσις καὶ ἡ συνήθεια κατὰ τὴν προφητείαν ἀγενείους καὶ λείους ἐν ταῖς εἰκόσιν ἀναγράφουσιν. 8.30 Ὅτι δὲ καὶ ἐπὶ τούτων πολλὰ θαύματα καὶ παράδοξα καὶ ἀποκαλύψεις καὶ προρρήσεις καὶ πολλὴ ὠφέλεια παρά τε Βαβυλωνίοις καὶ Μήδοις καὶ Πέρσαις γέγονεν, οὐκ ἀγνοεῖς, ὦ θαυμάσιε Πέτρε, ὥστε τοὺς βασιλέας αὐτῶν τιμᾶν αὐτοὺς μεγάλως καὶ ἐκτίθεσθαι δόγματα θεοσεβείας εἰς τοὺς ἰδίους λαοὺς περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι Θεὸς θεῶν ἐστι καὶ Κύριος τῶν κυρίων, καὶ τοὺς λέγοντας βλασφημίαν κατ' αὐτοῦ τιμωρεῖσθαι προσέταξαν. 8.31 Οὕτως ὁ Θεὸς ὁ ἀεὶ οἰκονομῶν τὰ πράγματα διὰ τοῦ ἰδίου λαοῦ παιδεύει πάντα τὰ ἔθνη, δικαιοπραγοῦντας μὲν αὐτοὺς δοξάζων, ἁμαρτάνοντας δὲ κολάζων καὶ αἰχμαλωσίαις παραπέμπων, δι' ἑκατέρου παιδεύων τὰ ἔθνη τὴν ἑαυτοῦ ἀγαθουργίαν καὶ μεγαλειότητα, ὅπως καὶ αὐτὰ μεταλάβωσι θεοσεβείας, προγυμναζόμενα εἰς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι πίστιν τὴν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὔτε γὰρ μία κεραία τῆς Γραφῆς οὔτε ἰῶτα ἓν ἀκαίρως συνεγράφη, ἀλλὰ πάντα χρησίμως καὶ πρὸς κοινὴν καὶ ποικίλην ὠφέλειαν τῶν ἀνθρώπων συνεγράφησαν. ∆ιὸ παρακαλῶ, φιλόχριστε, διὰ σοῦ καὶ τοὺς ἐντυγχάνοντας ταύτῃ ἡμῶν τῇ γραφῇ συνεχῶς ἀναγινώσκειν τὴν θείαν Γραφὴν καὶ τὸ ἐκ ταύτης κέρδος καρποῦσθαι, ὠφελεῖν δυνάμενον πάντα ἄνθρωπον τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πράγματα. Γένοιτο δὲ ἡμᾶς τῶν θείων εὐλογιῶν καὶ ἐπαγγελιῶν ἐπιτυχεῖν εὐχαῖς τῶν ἡμετέρων διδασκάλων καὶ τῆς σῆς ἀδελφότητος, τὰ πάντα φιλόχριστε. Χριστιανοῦ εἰς τὴν ᾠδὴν Ἐζεκίου καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου 9.τ ΛΟΓΟΣ Θʹ Περὶ δρόμου ἄστρων 9.1 Ὁ κύκλος τῶν δεκαδύο μηνῶν ἀνώτερος ὑπάρχων, καὶ τούτου κατώτερος ὁ τοῦ ἡλίου, καὶ τούτου πάλιν κατώτερος ὁ τῆς σελήνης. Σημαίνει δὲ τοῦτο ἡ θεία Γραφὴ διὰ τῆς κατασκευῆς τῆς λυχνίας, διὰ τῶν ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς τριῶν καὶ τριῶν καλαμίσκων κυκλοειδῶν προϊόντων, εἷς τοῦ ἑνὸς προτρέχει. Καὶ τοῦ μὲν ἡλίου καθ' ἡμέραν ὁ τῶν δώδεκα μηνῶν κύκλος προτρέχει μοῖραν μίαν, ὡς εὑρίσκεσθαι τὸν ἥλιον ἐν τριάκοντα ἡμέραις διατρέχοντα τὸν ἕνα μῆνα, καὶ οὕτως ἐν δώδεκα μησὶν ἀποτελεῖν τὸν ἐνιαυτόν, ὑστεροῦντα, ὡς εἴρηται, καθ' ἡμέραν μοῖραν μίαν. 9.2 Τοῦ δὲ κύκλου τῆς σελήνης ὁ τοῦ ἡλίου προτρέχει μοίρας δώδεκα καθ' ἑκάστην ἡμέραν, ὡς εὑρίσκεσθαι τὴν σελήνην ἐν τριάκοντα ἡμέραις ὑστεροῦσαν ἀποτελεῖν ὅλον τὸν κύκλον, τουτέστι μῆνα ἕνα. Εἰ δέ τις ἐξ ἀντιστρόφου βουληθείη νοεῖν, τοῦ μὲν ἡλίου ὁ τῆς σελήνης κύκλος ὑστερεῖ καθ'