1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

135

οὐκ ἀναβαίνειν λέγεται παρ' αὐτοῖς, ἀλλ' ἐξέρχεσθαι· λέγει γὰρ ἡ Γραφή· "Ἐξῆλθεν ὁ ἥλιος ἐπὶ τὴν γῆν", οὐκ ἀνῆλθε, καὶ πάλιν φησίν· "Ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ", οὐκ ἄνοδος· εἰ δὲ σφαῖρά ἐστιν, ἄκρον οὐκ ἔχει· τὸ γὰρ πανταχόθεν περιφερὲς ποῦ ἔχει τὸ ἄκρον; Ἆρα οὖν ὁ ∆αυῒδ μόνος τοῦτο λέγει, ἢ καὶ ὁ Σωτήρ; Ἄκουσον αὐτοῦ τοῦ Κυρίου λέγοντος· "Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ μεγάλης σάλπιγγος καὶ φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ." 10.32 Ζητοῦμεν δὲ πάλιν ποῦ δύνει ὁ ἥλιος καὶ ποῦ τρέχει τὴν νύκτα, εἰ οὕτως ἔχει καθὼς εἰρήκαμεν. Ἀλλὰ κατὰ τοὺς ἔξω ὑπὸ τὴν γῆν· καθ' ἡμᾶς δὲ τοὺς τὴν σκηνὴν αὐτὸν λέγοντας, πρόσεχε, παρακαλῶ, εἰ μὴ διαψεύδεται τὸ ῥῆμα, ἀλλ' ἔχει σφραγῖδα μεμαρτυρημένην ὑπὸ τῆς ἀληθείας. Συντρέχει δέ μου τῇ φράσει καὶ ὁ τόπος· τὰ γὰρ τοιαῦτα ὄψει μᾶλλον ἢ ἀκοῇ παραδίδοται. 10.33 Νόμισον εἶναι καμάραν ἐπικειμένην τῇ ἐκκλησίᾳ ἐπὶ ἀνατολὴν μὲν κατὰ τὸν τύπον τῆς ἑῴας, ἄρκτον δὲ ἐκεῖσε καὶ μεσημβρίαν ἐνθάδε καὶ δύσιν ἐκεῖ, εἶτα τὸν ἥλιον ἀνατέλλοντα καὶ μέλλοντα δύνειν, οὐχ ὑπὸ γῆν δύνοντα, ἀλλὰ τὰ βόρεια μέρη διατρέχοντα καὶ ὥσπερ ὑπό τινα τοῖχον κρυπτόμενον, μὴ συγχωρούντων τῶν ὑδάτων φανῆναι αὐτοῦ τὸν δρόμον, καὶ τρέχοντα κατὰ τὰ βόρεια μέρη καὶ καταλαμβάνοντα τὴν ἀνατολὴν πάλιν. Ἀλλὰ πόθεν τοῦτο δῆλον ἔσται; Λέγει γοῦν ὁ μακάριος Σολομῶν ἐν τῷ Ἐκκλησιαστῇ, γραφὴ δέ ἐστιν αὕτη μαρτυρουμένη, οὐ παραγραφομένη· "Ἀνατέλλει γάρ, φησίν, ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα." Βλέπε οὖν αὐτὸν κατὰ μεσημβρίαν τρέχοντα καὶ τὸν βορρᾶν κυκλοῦντα, καὶ μάθε. Καὶ μεθ' ἕτερα 10.34 Πάντα οὖν πείθεται Θεοῦ νόμῳ. Οὐρανὸς ἕστηκεν οὐκ ἰδίᾳ δυνάμει βασταζόμενος, ἀλλὰ θείῳ λόγῳ ἐστερεωμένος· ὅταν γὰρ ἀπορήσω πῶς ὁ οὐρανὸς ἐξ ὑδάτων πέπηκται, λύει μου τὴν ἀπορίαν ὁ μακάριος ∆αυῒδ λέγων· "Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν"· διὰ τί ἐστερεώθησαν; Ἐπειδὴ ἀπὸ ὑδάτων. Οὐδέποτε γὰρ τὸ στερεὸν λέγεται ἐστερεώθη· ἄλλο γὰρ ἐστερεώθη, καὶ ἄλλο τὸ εἶναι στερεόν· στερεωθὲν οὖν λέγεται, ὅταν τὸ ἠραιωμένον καὶ κεχαυνωμένον παγῇ. Ἐκ τοῦ ἕκτου λόγου 10.35 Οὕτω τὸ δένδρον ἐκεῖνο οὐ φύσιν εἶχε θανατοποιοῦ γνώσεως ἐργαστικήν, ἀλλ' ἀπὸ τῆς περὶ αὐτὸ γενομένης τῷ Ἀδὰμ τραγῳδίας ἔλαβε τὸ ὄνομα. Λύω δὲ τὸ πρᾶγμα συντόμως, οὐ γὰρ ἀπορεῖ ἡ θεία Γραφή. Σήμερον ἔχομεν βρῶμα σωτήριον, οὗ μετέχουσιν οἱ πιστοί. Ἆρα αὐτὸ τὸ δῶρον φυσικὴν ἔχει σωτηρίαν; Εἰ διὰ τὴν ἐπικαλουμένην δόξαν ἔχεις ἐνέχυρον ἀπὸ τῶν παρόντων, τί ἀμφιβάλλεις περὶ τῶν προλαβόντων; Ἐκεῖ βρῶμα θανατοποιόν, ὧδε βρῶμα ζωοποιόν. Εἰ ταῦτα φύσει σῴζει, καὶ οὐ τῇ χάριτι, κἀκεῖνο τῇ φύσει ἀνεῖλε, καὶ οὐ τῇ προθέσει. Καὶ μεθ' ἕτερα ἐκ τοῦ τετάρτου λόγου 10.36 Καὶ γὰρ οἱ ἄγγελοι γενόμενοι συνεργοὶ μὲν οὐκ ἦσαν τοῦ Θεοῦ, ἀλλὰ λειτουργοὶ ὑμνοῦντες, εὐχαριστοῦντες ὅτι ἐγένοντο, εἰδότες ὅτι πρὸ τούτου οὐκ ὄντες, πνεύματι ἀγαθότητος γενόμενοι, ἑστήκεσαν θεωροὶ βλέποντες μόνον τὰ γενόμενα μετ' αὐτῶν καὶ μετ' αὐτούς· ἔβλεπον γὰρ οὐρανὸν ἐκ τοῦ μὴ ὄντος γενόμενον, καὶ ἐξεπλήσσοντο· ἔβλεπον θάλασσαν ἀφοριζομένην, καὶ ἐθαύμαζον· ἐθεώρουν γῆν κοσμουμένην, καὶ ἔφριττον. Ὅτι δὲ οὐκ ἦσαν ἄγγελοι συνεργοί, ἀλλ' ἢ θαυμασταί, λέγει ὁ Θεὸς τῷ Ἰώβ· "Ὅτε ἐποίουν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου καὶ ὕμνησαν." Καὶ μεθ' ἕτερα 10.37 Ἔβλεπε τὸν Ἀδὰμ ἁμαρτάνοντα, ἀλλὰ προεώρα τοὺς ἐξ αὐτοῦ δικαιοπραγοῦντας· ἔβλεπεν ἐκβαλλόμενον ἐκ τοῦ παραδείσου, ἀλλὰ προεώρα ὅτι ἡτοίμασται αὐτῷ βασιλεία. Τὸ δὲ θαυμαστὸν ὅτι καὶ πρὸ τοῦ παραδείσου ἡ βασιλεία ἐγένετο. Τί οὖν θαυμάζεις εἰ ἐξεβλήθη τοῦ παραδείσου; Ὅπου γε θαυμαστὸν ὅτι πρὸ τοῦ παραδείσου ἡ βασιλεία τῶν οὐρανῶν αὐτῷ ἡτοίμασται, καθὼς λέγει ὁ Σωτήρ· "∆εῦτε οἱ εὐλογημένοι τοῦ