1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

91

τάφων ἀνιστάμενοι καὶ ἀναγεννώμενοι καὶ ἀναπλαττόμενοι, καὶ κυρίως μετάληψις τοῦ δεδοξασμένου, ἀθανάτου καὶ ἀφθάρτου καὶ ἀτρέπτου σώματος καὶ ψυχῆς Χριστοῦ. ∆όξα τῷ κτίστῃ καὶ ἀνακαινιστῇ τοῦ παντὸς Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐπὶ τὸ προκείμενον πάλιν ἀναδράμωμεν 5.232 Εἴωθε δὲ ἡ θεία Γραφὴ τὴν δημιουργίαν ὡς ἀπὸ τοῦ Πατρὸς λέγειν γεγενῆσθαι, τὴν δὲ ἐνανθρώπησιν ὡς ἀπὸ τοῦ Υἱοῦ, τὴν δὲ ἀναγέννησιν τὴν ἀπὸ τῶν νεκρῶν ὡς ἀπὸ τοῦ Πνεύματος τοῦ ἁγίου· οὐχ ὅτι ὁ Πατὴρ τόδε μόνον ποιεῖ, ἢ ὁ Υἱὸς τόδε, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τόδε, ἀλλὰ καθόλου ἡ ἁγία Τριὰς καὶ τὴν δημιουργίαν καὶ τὴν ἐνανθρώπησιν καὶ τὴν ἀνάστασιν ἐργάζεται. Ἀλλά, καθὼς εἴρηται, εἴωθεν ἡ θεία Γραφὴ πρὸς τὸ παραστῆσαι τὸν ἕνα Θεὸν ἐν τρισὶν εἶναι ὑποστάσεσιν οὕτως διαστέλλειν, τῷ μὲν Πατρί, ὡς αἰτίῳ τοῦ εἶναι, τὸν κόσμον, τῷ δὲ Υἱῷ, ὡς γεννήματι, τὴν τῆς ἐνανθρωπήσεως αἰτίαν, ὡς ἀξίαν υἱοθεσίας ἐχούσης καὶ πηγῆς γνώσεως οὔσης, τῷ δὲ Πνεύματι τῷ ἁγίῳ, ὡς ἐκ τοῦ Πατρὸς ἐκπορευομένῳ, ζωοποιοῦ καὶ ἁγιαστικῆς αὐτοῦ δυνάμεως οὔσης, τὴν ἀναγέννησιν καὶ τὴν ἀπολύτρωσιν καὶ τὸν ἁγιασμὸν τῆς μελλούσης καταστάσεως. 5.233 Ὥσπερ γὰρ ὁ ἥλιος ἔχει ἐν ἑαυτῷ φωτιστικήν τε δύναμιν καὶ θερμαντικὴν καὶ χωρὶς αὐτῶν οὐ δύναται θεωρεῖσθαι, οὕτως καὶ ὁ Πατὴρ τὰς δύο δυνάμεις ἐξ ἑαυτοῦ ἔχει, ἐκτὸς αὐτῶν μὴ δυνάμενος θεωρεῖσθαι, τόν τε Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὥσπερ ὁ ἥλιος σῶμα μὲν πύρινόν ἐστιν, ἑτέρα δὲ αὐτοῦ ἐνέργειά ἐστιν ἡ φωτιστικὴ καὶ ἑτέρα ἡ θερμαντική, καὶ οὔτε ἡ θερμαντικὴ φωτιστική ἐστιν, οὔτε ἡ φωτιστικὴ θερμαντική, ἐν ἀλλήλοις δέ εἰσιν ἀχωρίστως ὅ τε ἥλιος καὶ αἱ τούτου δυνάμεις, οὕτως καὶ ἐπὶ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, εἷς ἐστι Θεὸς ὁ Πατὴρ μετὰ τῶν δύο ἑαυτοῦ δυνάμεων, ἀχωρίστως ἐν ἀλλήλοις ὄντες καὶ ἰδιοϋποστάτως θεωρούμενοι νῷ. Ἐνταῦθα γὰρ ἀσώματον κυρίως ὁ Θεός, τὸ δὲ ὑπόδειγμα ἀμυδρόν, ὡς ὑπόδειγμα. 5.234 Ἔστι δὲ καὶ ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας παράδειγμα λαβεῖν· ὥσπερ γὰρ ἡ ψυχὴ ἔχει ἐν ἑαυτῇ ἐνδιάθετον λόγον καὶ νοῦν, καὶ ἕτερόν ἐστι τὸ λογικὸν καὶ ἕτερον τὸ νοερόν, καὶ πρόεισιν ὁ λόγος ἐκ τῆς ψυχῆς ἀχωρίστως, μὴ τεμνόμενος ἐξ αὐτῆς, ὁμοίως καὶ ὁ νοῦς, ἀλλ' ἐν αὐτῇ καὶ ἐξ αὐτῆς καὶ σὺν αὐτῇ εἰσιν, οὕτως καὶ ἐπὶ τοῦ Θεοῦ. Ὅθεν καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς τούτῳ τῷ παραδείγματι χρησάμενος Λόγον ἐκάλεσε τὸν Υἱόν, ὡς ἐκ τοῦ Πατρὸς προϊόντα καὶ σὺν τῷ Πατρὶ ὄντα καὶ ἐκ τῆς αὐτῆς οὐσίας ὄντα· ὁ δὲ ἀπόστολος Παῦλος σωματικώτερον Ἀπαύγασμα αὐτὸν ἐκάλεσε, τῷ παραδείγματι τοῦ ἡλίου χρησάμενος. 5.235 Ἡ δὲ παλαιὰ Γραφὴ "Ποιήσωμεν ἄνθρωπον, λέγει, κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν"· τὸ μὲν "ποιήσωμεν" καὶ τὸ "ἡμετέραν" πληθυντικῶς ἐξεφώνησε, τὸ δὲ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" οὐ τὸ αὐτὸ λέγει, ἀλλ' ἕτερόν ἐστι τὸ "κατ' εἰκόνα" καὶ ἕτερον τὸ "καθ' ὁμοίωσιν". Καὶ τὸ μὲν "κατ' εἰκόνα" ταύτην ἔχει τὴν ἔννοιαν ὅτι ἄνθρωπος καὶ μόνος, ὡς πάντα ἔχων ἐν ἑαυτῷ, ὁρατά τε καὶ ἀόρατα, νοητὰ καὶ αἰσθητά, λογικὰ καὶ ἄλογα, ἀθάνατα καὶ θνητά, ἄφθαρτα καὶ φθαρτά, δεικνύει ἕνα τινὰ δημιουργὸν πάντων τῶν ὄντων εἶναι τὸν Θεόν, καὶ κατὰ τοῦτο εἰκών ἐστι τοῦ Θεοῦ, διὰ τὸ γνωρίζειν αὐτὸν ἕνα τοῦ παντὸς εἶναι δημιουργόν, καθὰ καὶ ὁ Ἀπόστολος βοᾷ· "Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων", διαρρήδην τὸν ἄνθρωπον εἰς δόξαν Θεοῦ γεγενῆσθαι φήσας, καὶ κατὰ τοῦτο εἰκόνα καλέσας ὡς μόνος ὁ ἄνθρωπος δυνάμενος γνωρίσαι ἕνα εἶναι τοῦ παντὸς τὸν Θεὸν δημιουργόν, τὸν ἐξ ἁπασῶν τῶν φύσεων ἕνα ζῷον τὸν ἄνθρωπον κατασκευάσαντα. 5.236 Τὸ δὲ "καθ' ὁμοίωσιν" ταύτην ἔχει τὴν ἔννοιαν, ὅτιπερ ὁ Ἀδὰμ πατὴρ ἐγένετο καὶ οὐχ υἱός, προβάλλων ἐκ τῆς ἑαυτοῦ οὐσίας ἐκπορευτικῶς μὲν τὴν Εὔαν, μήτε υἱὸν προσαγορευομένην μήτε ἀδελφήν, καὶ γεννητικῶς τὸν ἴδιον υἱὸν Σὴθ πάλιν ἐκ τῆς ἑαυτοῦ οὐσίας, τὸν μὲν γεννητικῶς προβάλλων, τὴν δὲ ἐκπορευτικῶς, ἑτέρως καὶ ἑτέρως προβαλλόμενος ἐκ τῆς ἑαυτοῦ οὐσίας τοὺς δύο· ἀλλὰ τοῦ μὲν Ἀδὰμ ὡς ἀρχὴν