1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

131

αὐτῆσ 10.6 Ἡμεῖς δέ, ἀδελφοί, οἱ τὸν ἀμπελῶνα παρὰ τοῦ Σωτῆρος παραλαβόντες καὶ εἰς τὴν οὐράνιον εὐωχίαν κληθέντες, ὡς ἤδη τῆς ἑορτῆς ἐγγιζούσης, λάβωμεν τὰ βάϊα τῶν φοινίκων καὶ νικηταὶ τῆς ἁμαρτίας γενόμενοι, ὡς οἱ ἀπαντήσαντες τῷ Σωτῆρι τότε, οὕτω καὶ ἡμεῖς ἕτοιμοι γενώμεθα ταῖς πράξεσιν, ἵνα καὶ ἀπαντήσωμεν ἐρχομένῳ καὶ συνεισελθόντες αὐτῷ τῆς ἀθανάτου μεταλάβωμεν τροφῆς καὶ ἀϊδίως λοιπὸν ζήσωμεν ἐν τοῖς οὐρανοῖς. Τοῦ αὐτοῦ ἐκ τῆς κθʹ ἑορταστικῆσ Καὶ τὰ μὲν τῶν ἀνθρώπων παύεται, ἡ δὲ τοῦ Θεοῦ ἀγαθότης οὐ παύεται· ὅθεν καὶ ἀποθανόντας ἡμᾶς καὶ ἀσθενησάσης τῆς ἰδίας ἡμῶν φύσεως ἀνεγείρει, καὶ ἐκ γῆς γεγονότας εἰς οὐρανοὺς ἀνάγει. Τοῦ αὐτοῦ ἐκ τῆς μʹ ἑορταστικῆσ 10.7 "Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου." Ἐπὶ δεῖπνον τοίνυν τὸ μέγα καὶ οὐράνιον διὰ τοῦ Εὐαγγελίου κληθέντες, εἰς τὸ ἀνάγαιον ἐκεῖνο τὸ σεσαρωμένον, "καθαρίσωμεν ἑαυτούς", ὡς παρήγγειλεν ὁ Ἀπόστολος, "ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ", ἵνα ἔσωθεν καὶ ἔξω ἄσπιλοι τυγχάνοντες, ἔξωθεν μὲν περιβεβλημένοι σωφροσύνην καὶ δικαιοσύνην, ἔσωθεν δὲ τῷ πνεύματι ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας, ἀκούσωμεν· "Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." Τοῦ αὐτοῦ ἐκ τῆς μβʹ ἑορταστικῆσ 10.8 Κεκλήμεθα γάρ, ἀδελφοί, καὶ νῦν συγκαλούμενοι ὑπὸ τῆς σοφίας καὶ κατὰ τὴν εὐαγγελικὴν παραβολὴν ἐπὶ τὸ δεῖπνον ἐκεῖνο τὸ μέγα τὸ ὑπερκόσμιον καὶ πάσῃ τῇ κτίσει διαρκοῦν, ἐπὶ τὸ Πάσχα δὴ λέγω, τὸν τυθέντα Χριστόν. "Τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός." Καὶ μεθ' ἕτερα Οἱ μὲν οὖν οὕτω κεκοσμημένοι ἐρχόμενοι ἀκούσονται· "Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." Τοῦ αὐτοῦ ἐκ τῆς μγʹ ἑορταστικῆσ 10.9 Ἡμῶν δέ, ὧν ἐστι καὶ τὸ Πάσχα, ἡ κλῆσις ἄνωθέν ἐστι, καὶ τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ἐστι μετὰ Παύλου λέγοντος· "Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν", ἔνθα καὶ ἀποβλέποντες ἑορτάζομεν καλῶς. Καὶ πάλιν μεθ' ἕτερα Ὑψηλὸς μὲν ὁ οὐρανὸς ἀληθῶς καὶ ἀπέραντον τὸ τούτου διάστημα πρὸς ἡμᾶς· "ὁ γὰρ οὐρανός, φησί, τοῦ οὐρανοῦ τῷ Κυρίῳ"· ἀλλ' οὐ διὰ τοῦτο ἀποκνητέον, οὐδὲ φοβητέον ὡς ἀδύνατον οὖσαν τὴν πρὸς ἐκεῖνον ὁδόν, ἀλλὰ καὶ μᾶλλον προθυμητέον. Οὐ γάρ, ὡς οἱ ἀπὸ ἀνατολῶν τότε κινήσαντες καὶ εὑρόντες πεδίον ἐν γῇ Σενναὰρ ἐπεχείρησαν, χρεία καὶ ἡμῖν ὀπτῆσαι πλίνθον ἐν πυρὶ καὶ ζητεῖν ἄσφαλτον ἀντὶ πηλοῦ. Συνεχύθησαν γὰρ ἐκείνων αἱ γλῶσσαι καὶ κατελύθη τὸ ἔργον· ἡμῖν δὲ ὁ Κύριος τὴν ὁδὸν ἐνεκαίνισε διὰ τοῦ ἰδίου αἵματος καὶ εὔκολον αὐτὴν κατεσκεύασεν. Καὶ πάλιν 10.10 Οὐ γὰρ μόνον ἐν τῷ διαστήματι καὶ τῇ παρακλήσει παρεμυθήσατο, ἀλλ' ὅτι καὶ κεκλεισμένην ταύτην ποτὲ τὴν πύλην ἐλθὼν ἤνοιξε· κέκλεισται γὰρ ὄντως ἐξ ὅτου τὸν Ἀδὰμ ἐξέβαλεν ἐκ τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, νῦν δὲ ἐκτεταμένην· καὶ πλείονι χάριτι καὶ φιλανθρωπίᾳ ἐμφανεὶς αὐτὸς ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ εἰσήγαγεν εἰς μὲν τὸν παράδεισον μεθ' ἑαυτοῦ τὸν ὁμολογήσαντα λῃστήν· εἰς δὲ τὸν οὐρανὸν ὁ αὐτὸς πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθὼν πᾶσιν ἀνεπέτασε τὰς θύρας. Καὶ πάλιν 10.11 Ὁ δὲ Παῦλος "κατὰ σκοπὸν διώκων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως" ἡρπάσθη δι' αὐτῆς ἕως τρίτου οὐρανοῦ, ἑωρακὼς τά τε ἄνω, λοιπὸν κατερχόμενος κατηχεῖ καὶ ἡμᾶς εὐαγγελιζόμενος τὰ πρὸς Ἑβραίους γραφέντα· "Οὐ γὰρ προσεληλύθατε, λέγων, ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς." Τίς οὐκ ἂν εὔξαιτο μετὰ τούτων ἔχειν τὴν ἄνω σύνοδον; Τίς οὐκ ἀγαπήσει μετὰ τούτων ἀπογράφεσθαι, ἵνα καὶ μετ' αὐτῶν ἀκούσῃ· "∆εῦτε, οἱ