1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

68

τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη." 5.105 Οὗτός ἐστιν Ἰσαάκ, ὁ ἀκουσίως παραδοὺς τὴν ἐπηγγελμένην αὐτῷ καὶ τῷ πατρὶ αὐτοῦ εὐλογίαν ὑπὸ τοῦ Θεοῦ τῷ Ἰακώβ, φάσκων· "∆ουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· ὁ καταρώμενός σε, ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε, εὐλογημένος." Ταῦτα δὲ πάντα ἐπὶ τοῦ Ἰακὼβ οὐχ ὁρῶμεν γενόμενα, ἀλλὰ μᾶλλον αὐτὸς ἑπτάκις πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησε τῷ Ἡσαῦ· καὶ τριάκοντα βασιλεῖς ἐβασίλευσαν ἐκ τοῦ Ἡσαῦ, πρὶν ἢ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ, ὥστε αἱ εὐλογίαι ἐπὶ τὸν προσδοκώμενον ἐξ αὐτῶν ∆εσπότην Χριστὸν παραμένουσι, πρὸς ὃν πᾶς ὁ σκοπὸς τῆς θείας Γραφῆς ἀφορᾷ. Παραγραφή 5.106 Καὶ οὗτος συγκληρονόμος τῶν τοῦ Θεοῦ δωρεῶν καὶ ἐπαγγελιῶν γενόμενος καὶ τύπος τοῦ ∆εσπότου Χριστοῦ, ὃς καὶ αὐτὸς ὑπὸ τοῦ πατρὸς παραλαβὼν τὴν εὐλογίαν, οὐχ ᾧ ἠβούλετο υἱῷ παρέδωκεν, ἀλλ' ᾧ ὁ Θεὸς ᾠκονόμησε δοθῆναι. ∆όξα τῷ κατὰ πάντα σοφῶς οἰκονομοῦντι τὰ κατὰ τὸν ἄνθρωπον. 5.107 Οὗτος Ἰακὼβ καὶ αὐτὸς συγκληρονόμος τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, ἐκδεχόμενος καὶ αὐτὸς τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός, τουτέστι τῆς ἐπουρανίου Ἱερουσαλήμ, ἔνθα "πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε" Χριστός, εἰς ἣν κατάστασιν ἀφορᾷ πᾶσα ἡ τῶν χριστιανῶν θρησκεία, ἣν πρῶτος πάντων ἐνεκαίνισεν ἡμῖν ὁ ∆εσπότης Χριστός, ὁδὸν πρόσφατον καὶ ζῶσαν, ἣν καὶ προλέγει ὁ μέγας Ἰακὼβ παραπέμπων τῷ ἰδίῳ υἱῷ Ἰούδᾳ, εὐλογῶν αὐτόν, ἐξ οὗ καὶ ὁ τῶν ἐπαγγελιῶν καὶ εὐλογιῶν ἀνεφαίνετο Κύριος Ἰησοῦς Χριστός, φάσκων οὕτως· "Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος, Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα." 5.108 Καὶ τοῦτον οὐ προσεκύνησαν οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τοὐναντίον αὐτὸς προσεκύνησε τῷ Ἰωσὴφ καὶ μετὰ θάνατον τοῦ πατρός. Εὔδηλον οὖν ὅτι πᾶσα ἡ προφητεία αὕτη εἰς τὸν ἐξ αὐτοῦ τεχθέντα ∆εσπότην Χριστὸν κατὰ σάρκα ἔσχε τὸ πέρας, τό τε δυνατὸν καὶ βασιλικὸν αὐτοῦ παριστῶσα, καὶ τὸ πάθος καὶ τὴν ἐκ τοῦ πάθους μακαρίαν ἀνάστασιν. Παραγραφή 5.109 Καὶ οὗτος Ἰακώβ, ὁ συναριθμούμενος τοῖς δύο τρίτος πατριάρχης, οὐχ οἵαν μὲν καὶ αὐτὸς ἤθελεν ἐξ ἀρχῆς γῆμαι γυναῖκα γήμας, λέγω δὴ τὴν Λίαν, τῷ ἐξ αὐτῆς τετάρτῳ τεχθέντι, τουτέστι τῷ Ἰούδᾳ, τὰς εὐλογίας καὶ τὰς ἐπαγγελίας κατεβάλετο, ὡς δῆλον ἐκ τούτου ὅτι οὐχ ὡς ἔτυχεν οἱῳδήποτε ἡ εὐλογία διέτρεχεν, ἀλλ' ἐξ ὧν ἀνεφαίνετο ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα, ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός. Ἔνεστι δὲ μαθεῖν καὶ ἐξ αὐτοῦ τοῦ Ἰούδα ὡς οὐκ ἐκ τῆς ἰδίας γυναικός, ἀλλ' ἐκ τῆς νύμφης Θάμαρ γενεαλογεῖσθαι τὸ τούτου σπέρμα, ἐξ οὗ καὶ ὁ τῶν εὐλογιῶν ἀνεφαίνετο Κύριος. 5.110 Ἔτι. Φανερώτατα οἱ πατριάρχαι τηλικαύτας ἐπαγγελίας λαβόντες παρὰ Θεοῦ ἐνευλογεῖσθαι ἐν αὐτοῖς καὶ ἐν τῷ σπέρματι αὐτῶν πάντα τὰ ἔθνη, ὁμοίως καί· "Ὑμῖν δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματι ὑμῶν", καὶ μηδὲ βῆμα ποδὸς αὐτοὶ λαβόντες, ἀλλ' ἐν σκηναῖς κατοικοῦντες, δῆλοι ἦσαν οἱ πιστότατοι, ἐκδεχόμενοι καὶ ἐλπίζοντες ἑτέραν τινὰ κατάστασιν, δι' ἧς ἀπολήψονται τὰς ἐπαγγελίας. Ὅθεν καὶ ἐν καιρῷ τοῦ θνῄσκειν, παρεδίδου ἕκαστος αὐτῶν τὴν εὐλογίαν ᾧπερ ὁ Θεὸς ᾠκονόμησεν. Ὅθεν ἡ Γραφή, ὡς θησαυρίζουσα τοὺς πατέρας, ἐβόα· "Καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ", περὶ ἑκάστου λέγουσα ὡσανεί· Πάντες ὁμοῦ ποτε ἀπολήψονται θησαυριζόμενοι εἰς τὴν μέλλουσαν κατάστασιν. ΜΩΥΣΗΣ 5.111 Οὗτός