1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

118

θεμελιωθεῖσαν καὶ οὐχὶ ἐπί τινος. 1) Τὰ ὀπίσθια τῆς σκηνῆς· στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα καὶ δύο στῦλοι εἰς τὰς γωνίας ἀπὸ πήχεως ἥμισυ γίνονται τῶν ὀκτὼ στύλων πήχεις δέκα· τοῦτο τὸ πλάτος τῆς σκηνῆς. 2) Ἔχουσα βῆλον συρτὸν λεγόμενον ἐπίσπαστρον. 3) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι. 4) Μοχλὸς μέσος διὰ τῶν σανίδων διϊκνούμενος. 5) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι. 7.87 Τύπος οὖν ἐστι πᾶσα ἡ σκηνὴ τοῦ παντὸς κόσμου, καθὰ διηγεῖται ὁ θεῖος Ἀπόστολος, περὶ μὲν τῆς ἐξωτέρας οὕτως λέγων· "Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν", "κοσμικὸν" αὐτὴν φήσας, ὡσανεὶ τοῦ κόσμου τούτου τύπον ὑπάρχουσαν, περὶ δὲ τῆς ἐσωτέρας οὕτω φησίν· "Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν", "ἀληθινὴν" μὲν τὸν οὐρανὸν εἰπών, "ἀντίτυπα" δὲ τὴν ἐσωτέραν σκηνήν. 7.88 Κατανοείτω οὖν ὁ ἀναγινώσκων τῷ σχήματι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῷ ἐκτυπώματι, τουτέστι τὴν σκηνήν, πῶς ἁρμόδια πάντα τυγχάνουσι τῷ δόγματι τῷ χριστιανικῷ, ὅτι δύο χῶροί εἰσι τοῦ παντὸς κόσμου, οὗτος καὶ ὁ ἀνώτερος, ἡτοιμασμένοι ἀπὸ καταβολῆς κόσμου· οὗτος μὲν ἐν τῇ νῦν καταστάσει δέδοται ἀγγέλοις καὶ ἀνθρώποις, καὶ ὁ ἀνώτερος ἐν τῇ μελλούσῃ καταστάσει ἐξ ἀναστάσεως νεκρῶν δίδοται τοῖς δικαίοις ἀνθρώποις καὶ ἀγγέλοις. 7.89 Ἡ γὰρ τῶν ἔξωθεν πολύφημος σφαῖρα οὐχ ἁρμόζει καθόλου τῷ χριστιανικῷ κηρύγματι, ἀλλὰ μᾶλλον τούτοις ἁρμόζει τοῖς ἀνάστασιν νεκρῶν μὴ ἐλπίζουσι, μήτε ἑτέραν κατάστασιν παρὰ ταύτην, τοῖς ἀεὶ ἐν γενέσει καὶ φθορᾷ διάγειν τὸν σύμπαντα κόσμον λέγουσιν. Παραγραφή 7.90 Εἰ μὲν εἰς τὴν πρώτην σφαῖραν, ἔνθα ἐστὶν ἡ Σελήνη, λέγουσιν οἱ τῆς πλάνης διδάσκαλοι τὸν ∆εσπότην Χριστὸν εἰσιέναι, πρέπον μὲν ἐν πρώτοις τῇ αὐτῶν πλάνῃ ὅτι μετὰ τῆς θεοῦ αὐτῶν λέγουσιν αὐτὸν διάγειν· δεύτερον ὅτι ναστῆς οὔσης τῆς σφαίρας εἰπάτωσαν, εἰ ἅμα τῆς Σελήνης, ὡς ἰχθὺς ἐν ὕδατι, διατέμνει τὸ οὐράνιον σῶμα τὴν ἐναντίαν βαδίζων, ἢ τὴν εὐθεῖαν ἅμα τῷ παντὶ βιαίως κυλίεται, ἅπερ καὶ ταῦτα καταγέλαστα· τρίτον ὅτι ὑπεράνω αὐτοῦ εἰσιν οἱ ἕτεροι πλανῆται ὑμῶν θεοί, λέγω δὴ Ἑρμῆς, Ἀφροδίτη, Ἥλιος, Ἄρης, Ζεύς, Κρόνος, ὁ πατὴρ τῶν θεῶν ὑμῶν, οἷς δεκαδύο ζῳδίων καὶ οἱ τριάκοντα ἓξ δεκανοί. Καὶ πῶς οὐ ψεύδεται καθ' ὑμᾶς ὁ Ἀπόστολος φάσκων "ὑπεράνω αὐτὸν" εἶναι "πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ ∆υνάμεως, καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου"; 7.91 Εἰ δὲ ἐν τῇ δευτέρᾳ σφαίρᾳ φήσουσιν αὐτὸν εἶναι, τὰ αὐτὰ πάλιν αὐτοῖς ἀπαντήσεται, καὶ εἰ ἐν τῇ τρίτῃ καὶ ἐν τῇ τετάρτῃ καὶ ἐν τῇ πέμπτῃ καὶ ἐν τῇ ἕκτῃ καὶ ἐν τῇ ἑβδόμῃ καὶ ἐν τῇ ὀγδόῃ καὶ ἐν τῇ ἐνάτῃ εἴπωσιν αὐτὸν ὑπεράνω πάντων, εὑρεθήσεται ψεῦδος τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον, ὅτι ἀπὸ τῆς πρώτης σκηνῆς, τουτέστιν ἀπὸ τοῦ κόσμου τούτου, ἐπὶ τὴν δευτέραν εἰσελήλυθεν ὁ Χριστός, τουτέστιν εἰς τὸν οὐράνιον χῶρον, αἰωνίαν λύτρωσιν εὑράμενος, ἐνάτης οὔσης καὶ οὐ δευτέρας. Ὁ ἀγαπῶν οὖν χριστιανὸς εἶναι τῇ θείᾳ Γραφῇ ἕπεται, καὶ οὐχὶ τῇ ἀπάτῃ τῶν ἔξωθεν ἐπιστηρίζεται, τῇ πολυθεΐαν καὶ ἰσοθεΐαν διδασκούσῃ καὶ ὄλεθρον ταῖς ψυχαῖς ἐμποιούσῃ. Τὸ κείμενον 7.92 Πασῶν οὖν τῶν σφαιρῶν κατὰ τὸ συνεχὲς κειμένων καὶ ναστῶν οὐσῶν, πῶς ἐνδέχεται νοεῖν ἐν αὐτῷ τῷ σχήματι ἀνάστασιν νεκρῶν ἔσεσθαι καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν οὐρανῷ καὶ βασιλεύειν ἐν οὐρανῷ τοὺς ἀνθρώπους, τουτέστιν ἐν τῇ δευτέρᾳ σκηνῇ, ἔνθα καὶ τὸν Χριστὸν λέγει ἡ Γραφὴ ἤδη εἰσιέναι πρῶτον πάντων, καὶ τὰ ἄλλα πάντα ὅσα προείρηται; Ἀκολούθως γὰρ οἱ ἔξωθεν τὴν σφαῖραν δοξάζοντες οὔτε ἀνάστασιν νεκρῶν ὁμολογοῦσιν, οὔτε τὴν ἄνοδον αὐτῶν τὴν εἰς τὸν οὐρανὸν λέγουσιν, οὔτε ὕδατα λέγουσιν εἶναι ἐπάνω τοῦ οὐρανοῦ, οὔτε ἀλλάσσεσθαι λέγουσι τὸ σχῆμα τοῦ κόσμου τούτου, τουτέστι τὴν περιφορὰν τῶν ἄστρων καὶ τῶν καθεξῆς, οὔτε ὅτι τις ἀνῆλθε μετὰ σώματος παντελῶς εἰς τὸν οὐρανόν, οὔτε ἀνέρχεται. 7.93 Ἀλλ' οἱ μὲν αὐτῶν τὰς ψυχὰς μόνας μετὰ θάνατον περιπολεύειν σὺν τῇ σφαίρᾳ καὶ