1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

63

ἔνεστι μαθεῖν ὅτι σαθρὰ θεμέλια τέθεικεν ὁ θάνατος· διὰ τοῦτο τάχιστα καταλυθήσεται, ὃ καὶ γέγονεν ἐπὶ τοῦ ∆εσπότου ἡμῶν Χριστοῦ, καταλυθὲν αὐτοῦ τὸ δοκοῦν κράτος. ∆όξα τῷ ἐξ ἀρχῆς ἕως τέλους οἰκονομήσαντι τὰ κατὰ τὸν ἄνθρωπον. 5.77 Ἐκ τούτου δείκνυται πάλιν μὴ κατ' ὀργὴν εἶναι τὸν θάνατον, ὅτι καὶ οἱ μαρτυρούμενοι δίκαιοι εἶναι ἄωροι καὶ βίᾳ τελευτῶσιν, οἱ δὲ μαρτυρούμενοι ἁμαρτωλοί, πληρώσαντες τὰς ἡμέρας ἑαυτῶν, ἐν μακρῷ γήρει ἐτελεύτησαν. "Ἅπαξ γὰρ ἀπόκειται παρὰ Θεοῦ τοῖς ἀνθρώποις ἀποθανεῖν", καθά φησιν ὁ Ἀπόστολος, ἐκ τοῦ πλείονος αὐτὸ προσειπών· οὔτε γὰρ πάντες ἀποθνῄσκουσιν, οὔτε Λάζαρος καὶ οὓς ἤγειρεν ὁ Κύριος ἄλλους ἅπαξ μόνον ἀπέθανον, ἀλλ' ἵνα εἴπῃ ὅτι πάντες ἐν τῇ καταστάσει ταύτῃ ὄντες οἱ ἄνθρωποι θνητοὶ ὑπάρχοντες καὶ οὕτως κτισθέντες ὑπὸ Θεοῦ. Μετὰ τοῦτο ἑτέρα τις κατάστασις ἐπεισάγεται κρείττων, διακρίνουσα δικαίους καὶ ἀδίκους, εὐσεβεῖς καὶ ἀσεβεῖς, ἐν ᾗ θάνατος οὐκέτι κρατεῖ. 5.78 Ἔτι. Τινὲς ἔφασαν ὅτι, ἁμαρτήσαντος τοῦ πρώτου ἀνθρώπου καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, ἐκ τῆς προσούσης αὐτῷ ἀθανασίας εἰς θνητότητα μετεβλήθη, καὶ δῆθεν ἑρμηνεύοντες λέγουσιν ὅτι τὸ εἰπεῖν τὸν Θεὸν "ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανῇ" θνητὸν αὐτὸν γενέσθαι ἔφησεν· ὁρῶμεν γὰρ αὐτὸν μὴ εὐθέως κατὰ τὴν ἀπειλὴν ἀποθανόντα, ὡς δῆλον ὅτι τοῦτο αὐτῷ αἰνίττεται, ὅτι· Ἀθάνατος ὢν γενήσῃ θνητός, ἵνα ἀληθεύσειεν, φησίν, ἡ ἀπόφασις τοῦ Θεοῦ· ὅθεν καὶ οἱ ἐξ αὐτοῦ γεννώμενοι, τῇ πατρικῇ ἀποφάσει ὑποπίπτοντες, θνητοὶ γεννῶνται. 5.79 Καὶ εἰ τοῦτο ἀληθές, πῶς ὑποπεσὼν κατ' αὐτοὺς ὁ Ἄβελ τῇ ἀποφάσει καὶ θνητὸς γεννηθείς, δίκαιος δὲ ἀναφανεὶς καὶ παρθένος, οὐκ ἀρκετὴ ἐγένετο ἡ ἀπόφασις ἐπ' αὐτοῦ, ἀλλ' ἑτέρᾳ πάλιν τιμωρίᾳ ὑποπέπτωκε, λέγω δὴ τῇ ἀωρίᾳ; Πόθεν οὖν αὐτῷ τοῦτο προσετέθη, δικαίου ὄντος καὶ παρθένου, ἄλλως τε δὲ καὶ τῆς, ὡς λέγεται, πατρικῆς ἀποφάσεως ἤδη ἐντὸς γεγονώς, τουτέστι θνητοῦ, δυναμένων καὶ θνητῶν δικαίων διατηρεῖσθαι μὴ θανεῖν, ὥσπερ ὁρῶμεν καὶ ἐπὶ τοῦ Ἐνὼχ ὑποπεσόντος μὲν καὶ αὐτοῦ τῇ πατρικῇ ἀποφάσει, ὥς φατε, καὶ γυναῖκα ἐσχηκότος καὶ τέκνα, πεῖραν δὲ θανάτου μὴ εἰληφότος, τοῦ δὲ Ἄβελ μήτε γυναῖκα μήτε τέκνα ἐσχηκότος; 5.80 Πῶς δὲ καὶ τοῦ Κάϊν αἰτησαμένου θάνατον διὰ 5.80 τὴν ἀδελφοκτονίαν, ὁ Θεὸς οὐ δίδωσιν, ἀλλὰ μᾶλλον βαρυτέρᾳ τιμωρίᾳ παραδίδωσι, τὸ στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς, καὶ ἀπαλλαγὴν τούτου τοῦ κακοῦ τὸν θάνατον εἶναι λέγει; Φησὶ γάρ· "Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει", ἵνα εἴπῃ· Πολλὰς τιμωρίας ἀφαιρεῖται ἀπ' αὐτοῦ καὶ παραλύει αὐτοῦ τὴν κόλασιν πᾶς ὁ ἀποκτείνων αὐτόν. Ἔστιν οὖν καὶ ἐκ τούτου ἰδεῖν, ὡς τοῦ δικαίου καὶ παρθένου συγχωρηθέντος ἀποκτανθῆναι, ὡς οὐ κατ' ὀργὴν ὁ θάνατος τῷ ἀνθρώπῳ ἐπενήνεκται, καθὰ οἱ τερατολόγοι ἀποφαίνονται, ἀλλὰ φιλανθρωπίᾳ καὶ σοφίᾳ τῇ παρὰ τοῦ οἰκτίρμονος Θεοῦ πρὸς παιδείαν ἡμετέραν, καθὰ καὶ πρώην εἰρήκαμεν. 5.81 Ἔτι. Πῶς δὲ κατ' αὐτούς, τοῦ πρώτου ἀνθρώπου ἁμαρτήσαντος ἐπὶ βρώσεως ἑνὸς φυτοῦ, καὶ αὐτὸν καὶ πάντας τοὺς ἐφεξῆς θνητότητι κατεδίκασε, τὸν δὲ πρῶτον φονέα στένειν καὶ τρέμειν καταδικάσας οὐ πάντας τοὺς ἐφεξῆς φονέας τῇ αὐτῇ τιμωρίᾳ καταδικάζει, ἀλλ' ἑτέρᾳ, ᾗ καὶ ὁ πρῶτος παρεκάλει καταδικασθῆναι, καὶ παρακαλῶν οὐκ ἔτυχεν; 5.82 Οὗτός ἐστιν Ἐνὼχ πρὸς ὃν οὔτι ἡ ἀπόφασις τοῦ θανάτου ἐκράτησε· μετετέθη γὰρ ὑπὸ τοῦ Θεοῦ μὴ ἰδεῖν θάνατον, καθὰ τῇ θείᾳ Γραφῇ δοκεῖ, ὅπως καὶ διὰ τούτου προμηνυθῇ ἡμῖν ὡς οὐ κρατήσει ἐπὶ τῶν ἀνθρώπων ὁ θάνατος, ἀλλὰ λύσιν δέξεται τὰ κατ' αὐτόν, ὥσπερ καὶ γέγονεν ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ, καταλυθέντος αὐτοῦ τοῦ κράτους. Οὗτός ἐστιν Ἐνὼχ ὁ μετατεθεὶς εἰς ζωὴν εἰς δεῖγμα τῆς τοῦ Θεοῦ δυνάμεως ταῖς μετὰ ταῦτα γενεαῖς, τῆς δυναμένης διατηρῆσαι τοὺς θνητοὺς μὴ θανεῖν, ἀλλὰ ζῶντας τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένειν. Οὗτός ἐστιν ὁ ἅμα τῷ Ἠλίᾳ ἐν ἐσχάταις ἡμέραις ἀντικαθιστάμενος τῷ Ἀντιχρίστῳ καὶ ἐλέγχων τὴν πλάνην αὐτοῦ κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν. Οὗτός ἐστιν ὁ διὰ πίστεως καὶ