5
Παύσασθε ληρωδοῦντες, ὦ σοφώτατοι, τὰ μηδενὸς ἄξια. Γνῶτε δὲ κἂν ὀψέ ποτε τοῖς θείοις ἕπεσθαι λογίοις, καὶ μὴ ταῖς ὑμετέραις αὐτῶν ἀνυποστάτοις ἐπινοίαις. Ἐπεὶ λέξατε· Πῶς καὶ τῆς ἀπλανοῦς οἴεσθε τοὺς ἀστέρας ἐναντίως τῷ παντὶ κινεῖσθαι; Μόνων αὐτῶν, ἢ τῆς ἐν ᾗ εἰσι σφαίρας ἐστὶν ἡ τοιάδε φορά; Ἀλλ' εἰ μὲν αὐτῶν, πῶς ἐν ἴσῳ χρόνῳ τοὺς ἀνίσους διέρχονται κύκλους; Πῶς δὲ οὐδεὶς τῶν ἐν τῷ γαλαξίᾳ γέγονεν ἐκτὸς αὐτοῦ, οὐδὲ τῶν ἔξωθεν αὐτοῦ πλησιέστερον αὐτοῦ φαίνεται ἢ ἐν αὐτῷ; Εἰ δὲ τὴν σφαῖραν ἐναντίως φέρεσθαι λέγοι τις, εὑρεθήσεται κατὰ τὸν αὐτὸν χρόνον αὐτὴ ἑαυτῇ ἐναντίως κινουμένη. Τούτου δὲ τίς ἂν ἀτοπώτερον ἐπινοήσειεν; 1.14 Οὕτως δὲ ἀναιδείας, ἀσεβείας δὲ μᾶλλον, οὐδενὶ καταλιπεῖν ὑπερβολὴν ἁμιλλῶνται, ὡς ἀπερυθριᾶν ὁμολογεῖν τε τινὰς ὑπὸ γῆν οἰκοῦντας εἶναι. Τί οὖν, ὅταν ἀπορήσειέ τις αὐτοῖς λέγων· ∆ιακενῆς ὁ ἥλιος ὑπὸ γῆν φέρεται; Παραχρῆμα καταγέλωτος οὐ φροντίζοντες ἐροῦσιν ὡς ἀντίχθονές εἰσι κάτω κάρα φερόμενοι καὶ ποταμοὶ τοῖς ἐνταῦθα οἱ τὴν ἐναντίαν θέσιν ἔχοντες, ἅπαντα τὰ ἄνω κάτω μεταστρέφειν ἐπιχειροῦντες ἢ τοῖς τῆς ἀληθείας ἕπεσθαι δόγμασιν, οἷς οὐδέν ἐστι τῶν τῆς ματαιότητος σοφισμάτων, ἅπαντα δὲ ῥᾴδια καὶ θεοσεβείας ἀνάπλεα καὶ τοῖς προσιοῦσι σωφρόνως αὐτοῖς προξενεῖ τὴν σωτηρίαν. 1.15 Ἐπεὶ δὲ πάντων αἰτίας ἴστε λέγειν· Ἕνεκα τίνος οὐκ ἀπὸ τοῦ βορρᾶ περιφέρεται ἡ σφαῖρα ὑμῶν ἐπὶ τὸν νότον, ἢ ἀπὸ ἑτέρου ἀνέμου ἐπὶ τὸν ἀντιπνέοντα; Καὶ μή μοι λέγε· Τοῦτο κρεῖττον ἔδοξε τῷ ποιητῇ τοῦ κόσμου, τὰ ἐμὰ γὰρ ἄλλως ἐστὲ φθεγγόμενοι. Πῶς δὲ τῇ φύσει τῶν πραγμάτων ἀκόλουθα δοκεῖτε λέγειν ὅλως κινεῖσθαι καὶ κυκλεύειν τὸν οὐρανὸν ὑποτιθέμενοι, ἔξωθεν αὐτοῦ ἢ τόπον ἢ σῶμα, κἂν πεπλασμένως, μὴ ὑποτιθέμενοι; Οὐ γὰρ δυνατόν τι κινεῖσθαι ἄνευ τῶν τεσσάρων στοιχείων, οἷον ἢ ἐπὶ γῆς ἢ ἐπὶ ὕδατος ἢ ἐπὶ ἀέρος ἢ ἐπὶ πυρός, ἢ καὶ ἀπὸ τόπου εἰς τόπον μετέρχεσθαι ἐπ' ἄπειρον, ἢ ἐπὶ τοῦ αὐτοῦ πάντοτε στρέφεσθαι τόπου. 1.16 Ἀλλ' εἰ μὲν ἐπ' ἄπειρον μετέρχεται τόπον κυλιόμενος, ἄπειρον γῆν ὑποτίθεσθε ἔξωθεν, εἰς ἣν κυλίεται, ἔρημα τοὔπισθεν καταλιμπάνων, εἰ δὲ ἕτερον ἓν τῶν τριῶν στοιχείων ὑποτίθεσθε, οὐδ' εἰς ὁπότερον αὐτῶν κυλίεσθαι καὶ στρέφεσθαι πέφυκε σφαῖρα, ἀλλὰ μᾶλλον καὶ ἀκοντιζομένη ῥοιζηδὸν μετέρχεται. Εἰ δὲ πάλιν ἐπὶ τοῦ αὐτοῦ ἀεὶ τόπου κυλίεται καὶ στρέφεται μὴ μετερχόμενος τόπον ἐκ τόπου, ἀνάγκη αὐτὸν ὑπὸ κλωτάκων ὡς ὁ τόρνος ἢ ὡς ἡ ὀργανικὴ σφαῖρα βαστάζεσθαι, ἢ ὑπὸ ἄξονος ὡς ἡ μηχανὴ ἢ ἡ ἅμαξα. Καὶ εἰ τοῦτο, πάλιν ἀνάγκη ζητεῖν εἰς τί ἐπιστηρίζονται ἢ οἱ κλώτακες ἢ ὁ ἄξων· καὶ τοῦτο ἐπ' ἄπειρον. Πῶς δὲ καὶ τὸν ἄξονα διήκειν διὰ μέσου τῆς γῆς ὑποθώμεθα; Ποίου σώματος, εἴπατε; Τούτων οὖν τῇ φύσει τῶν πραγμάτων ἀπορουμένων, λείπεται, καθὰ καὶ πρώην εἴπαμεν, ἐρηρεισμένον αὐτὸν εἶναι καὶ μὴ περιφερόμενον. 1.17 Ἀλλὰ καὶ τὴν γῆν ὡς κέντρον μέσην τοῦ παντὸς ὑποτιθέμενοι ταχύτατα ἑαυτοὺς καταλύετε τὸ μέσον πάλιν κάτω λέγοντες εἶναι· τὸ αὐτὸ γὰρ κατὰ τὸ αὐτὸ καὶ μέσον καὶ κάτω ἀδύνατον εἶναι· τὸ μέσον γὰρ τοῦ ἄνω καὶ κάτω μέσον ἐστίν, ἢ τοῦ δεξιὰ καὶ ἀριστερά, ἢ τοῦ ἔμπροσθεν καὶ ὄπισθεν. Πῶς οὖν οὐκ ἀπορίᾳ πολιορκούμενοι ἀνακόλουθα καὶ ἀφύσικα ἀπὸ γνάθων φθέγγεσθε; 1.18 ∆εδιότες γὰρ μή τις ὑμῖν ἀπορήσειε φάσκων· Τὰ τοσαῦτα ἀμύθητα βάρη τῆς γῆς πῶς δυνατὸν ὑπὸ ἀέρα κρέμασθαι καὶ ἵστασθαι καὶ μὴ καταπίπτειν; Οὐκ ἀληθῶν, ἀλλὰ ξένων πλασμάτων μύθους ἐφευρηκότες ἀντιστρόφως λέγετε τὸ μέσον κάτω εἶναι, ὡς εἴ γε ἀντὶ τῆς γῆς πῦρ τις ὑπόθοιτο μέσον, τὸ μέσον ἄνω ἂν εἴπατε ἀντὶ τοῦ κάτω, ἐπειδὴ τὸ πῦρ ἀνωφερές ἐστιν. Ἐμοὶ γοῦν τὰ πρῶτα δοκοῦσι διὰ τῶν δευτέρων ἀναιρεῖν, καὶ διὰ τῶν πρώτων τὰ δεύτερα. 1.19 Εἰ δὲ ἐξ ἴσου ὄντος τοῦ ἀέρος πάντοθεν τῆς γῆς ὠθεῖσθαι λέγοιεν ὑπὸ τοῦ παντός, καὶ τὴν γῆν ἀκλινῆ διαμένειν καὶ μὴ κλίνειν ἐν μέρει, πῶς ἄνθρωποι καὶ τὰ λοιπὰ ἄλογα χερσαῖά τε καὶ πτηνὰ οὐ συνωθοῦνται, ἀκλινῆ διαμένοντα ὡς ἡ γῆ, ἀλλὰ διατέμνει τὸν ἀέρα πάντα πορευόμενα καὶ ἀεροποροῦντα καὶ ὑψηλοβατοῦντα; Οὐ μόνον τὰ τοιαῦτα, ἀλλὰ καὶ ψιλά τινα ἄψυχα