1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

6

πράγματα, οἷον βραχύτατον πτεροῦ ἢ σμικρότατον ἄχυρον, περικρατῆσαι ἢ βαστάσαι τὸν ἀέρα ἀδύνατον, ἀλλὰ τέμνει αὐτὸν λεπτὸν ὄντα καὶ ἁπαλὸν καὶ παρέρχεται, ὅσον ἡ ὁρμὴ τοῦ ἄγοντος φέρεται; Πῶς οὖν δεκτέον τὰς τοιαύτας ψευδεστάτας ὑποθέσεις; 1.20 Εἰ δὲ καὶ περὶ τῶν ἀντιπόδων ἐπεξεργαστικώτερον θελήσειέ τις ζητῆσαι, ῥᾳδίως τοὺς γραώδεις μύθους αὐτῶν ἀνακαλύψει. Πόδες γὰρ ἀνθρώπου ἑτέροις ποσὶν ἀνθρώπου ἀντισυναπτόμενοι, ἀμφοτέρους δὲ στήσωσιν ἢ ἐν γῇ, ἢ ἐν ὕδατι, ἢ ἐν ἀέρι, ἢ ἐν πυρί, ἢ ἐν οἱῳδηποτοῦν σώματι βούλονται, πῶς εὑρεθήσονται ἀμφότεροι ὄρθιοι; Πῶς οὐχ ὁ μὲν αὐτῶν κατὰ φύσιν ὄρθιος, ὁ δ' ἕτερος παρὰ φύσιν κατακέφαλα εὑρεθήσεται; Ἀλόγιστά τε καὶ ξένα τῆς ἡμετέρας φύσεως καὶ τάξεώς εἰσι τὰ τοιαῦτα. Πῶς δὲ πάλιν ὑετοῦ γινομένου ἐπ' ἀμφοτέρους δυνατὸν λέγειν καταφέρεσθαι ἐπὶ τοὺς δύο τὸν ὑετόν; Καὶ οὐχὶ τὸ μὲν καταφέρεσθαι, τὸ δὲ ἀναφέρεσθαι, ἢ ἀντιφέρεσθαι, ἢ εἰσφέρεσθαι καὶ ἐκφέρεσθαι; Τὸ γὰρ ἀντίποδας νοεῖν καὶ ἀντιβρέχειν ἐπ' αὐτοὺς ἀναγκάζει νοεῖν· καὶ εὐλόγως ἐπεγγελάσεταί τις ταῖς καταγελάστοις ταύταις ὑποθέσεσιν, ἀνάρμοστα καὶ ἄτακτα καὶ ἀφύσικα φθεγγομέναις. 1.21 Εἰ δέ τις κατανοήσειε καὶ τὸ ἄλλο αὐτῶν σόφισμα, λέγω δὴ τὸ ἐμπνευματοῦσθαι τὴν γῆν καὶ τοὺς σεισμοὺς γίνεσθαι, ἡνίκα τὸ πνεῦμα συγκλειόμενον τὴν γῆν δῆθεν βιαίως σαλεύει, θαυμάσειε τὴν ἀπάτην καὶ τῶν ἰδίων λόγων τὴν ἐναντιότητα. Εἰ γὰρ ἐξ ἴσου τοῦ παντὸς πνεύματος ὠθουμένη ἡ γῆ ἵσταται ἀσάλευτος καὶ ἀκλινής, ἐμπνευματουμένη μᾶλλον βαρεῖσθαι ὤφειλε κατὰ τὸ μέρος ἐκεῖνο καὶ κλίνειν, ὥσπερ καὶ παραδείγματι χρῶνται τῷ κατὰ τὸν ἄνθρωπον. Ὁ γάρ τοι ἄνθρωπος οὐ μόνον ἐμπνευματούμενος σαλεύεται καὶ τρέμει, ἀλλὰ καὶ φόβῳ ληφθεὶς τρέμει καὶ μέθῃ οἴνου καὶ ψύχει πιεζόμενος καὶ αἵματι ὑπερζέων καὶ θυμούμενος καὶ ἀπὸ γήρως καὶ ἀπὸ ἀδυναμίας· ἡνίκα δὲ καὶ ἐμπνευματούμενος σαλεύεται, καὶ πίπτει πολλάκις εἰς ἀρρωστίαν καὶ τελευτᾷ. Πῶς οὖν καὶ ἡ γῆ, κατ' αὐτοὺς ἐμπνευματουμένη, οὐ καταπίπτει καὶ ἀπόλλυσι τὸν ἴδιον τόπον; 1.22 Πῶς δὲ καὶ τὴν γῆν τῆς Αἰγύπτου κρείττονα σεισμῶν λέγουσιν εἶναι, ὡς διὰ τὸ χαύνην εἶναι καὶ πνέειν, τοὺς αὔλακας ἐκείνους ποιοῦσα τοὺς μεγάλους, πολλάκις σεισμῶν γεναμένων ἐν Αἰγύπτῳ, ὥστε καὶ πόλεις πεσεῖν καὶ ἐδαφισθῆναι. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν καιρῶν τῶν Ἑλλήνων, ἡνίκα κατεκράτουν καὶ ἐβασίλευον, ἐπὶ Ἀλεξάνδρου καὶ Σελεύκου καὶ Ἀντιόχου καὶ Πτολεμαίου, καὶ φιλοσόφους ἄνδρας ἐπήγοντο, Ἀριστοτέλην τε καὶ τοὺς ὁμοίους, καὶ βουλῇ αὐτῶν ἐποίουν τὰ πολλά, πῶς κτιζομένης Ἀντιοχείας ὑπὸ Σελεύκου καὶ Ἀντιόχου οὐκ ἐγένοντο δυνατοὶ εἰπεῖν περὶ τῆς γῆς τῶν αὐτόθι ὅτι αὕτη οὐκ ἔστι κρείττων σεισμῶν, ἀλλὰ μᾶλλον καὶ φίλη; Ὥσπερ οὖν καὶ ἑωράκαμεν πολλάκις αὐτὴν πεσοῦσαν ἀπὸ σεισμῶν. Οὐ μόνον δὲ Ἀντιόχειαν, ἀλλὰ καὶ Κόρινθον ἔνθα ὁ δῆμος τῶν φιλοσόφων ἐγειτνία. 1.23 Εἰ δὲ καὶ τὴν ἑτέραν αὐτῶν δόξαν τις θεάσοιτο, ὥς φασι τὸν ὑετὸν ἐκ τῆς ὑγρότητος τῆς ἀνιμωμένης ὑπὸ τῆς θερμότητος ἀποτελεῖσθαι, καὶ παραδείγμασι πείθειν ἐπιχειροῦσιν ὅτι ὥσπερ τὸ βαλανεῖον, φησίν, ἐκ τῆς θερμότητος ἀνιμᾶται τὸ ὑγρὸν καὶ ἀποστάζει, καὶ ὥσπερ τὸ πῶμα τοῦ χαλκείου ἐκ τῆς θερμότητος ἀνιμᾶται τὸ ὑγρὸν καὶ ἀποστάζει, καὶ ὥσπερ ἡ σικύα καὶ διὰ τοῦ στυππείου καὶ πυρὸς ἀνιμᾶται τὸ ὑγρόν, οὕτω καὶ τὸ ὑγρὸν ἀνιμώμενος ὁ ἥλιος ἐν καιρῷ ἀποστάζει αὐτόὅθεν γίνεται ὁ ὑετός, θαυμάσειε δ' ἄν τις αὐτῶν τὴν τοσαύτην σοφίαν τὴν τῇ πιθανότητι ἀπατῶσαν τοὺς πολλούς. 1.24 Εἰ γὰρ τὸ βαλανεῖον τὴν θερμότητα οὐκ ἄνωθεν, ἀλλὰ κάτωθεν ἔχει, πῶς ἀνιμᾶται, οὐχὶ δὲ μᾶλλον ὠθεῖ; Ὁμοίως καὶ ἐπὶ τοῦ χαλκείου, οὐκ ἄνωθεν ἔχει τὴν θερμότητα, ἀλλὰ κάτωθεν, καὶ ἀμφότερα ὑπὸ τῆς θερμότητος ὠθοῦνται καὶ τῇ ἀνακλάσει, τὸ μὲν ἐκ τῆς στέγης ἀποστάζει, τὸ δὲ ἐκ τοῦ πώματος. Ὁμοίως καὶ ἡ σικύα, εἰ μὴ δι' αὐτοῦ τοῦ ὀργάνου βιαζομένου τὴν φύσιν καὶ ἕλκοντος, οὐκ ἂν εἷλκεν ὑγρότητα, μυριάκις ἐπὶ μυρίοις πῦρ καὶ στυππεῖον ἐμβαλών. Ἀλλὰ καὶ ξύλον ὑγρόν τινος ἐμβαλόντος πυρί,