1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

10

αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν." Καὶ πάλιν· "Ἐγὼ Κύριος συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν." Καὶ πάλιν· "Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν." Καὶ πάλιν· "Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, οὖτος διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι." Καὶ πάλιν· "Ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐθεμελίωσε τὸν οὐρανόν." Καὶ πάλιν· "Ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν." Καὶ πάλιν· "Οὕτως λέγει Κύριος, ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;" Καὶ πάλιν· "Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ τὴν γῆν ἐθεμελίωσα." Καὶ πάλιν· "Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡσεὶ ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν." 2.10 Ὁμοίως καὶ Ἱερεμίας λέγει οὕτως· "Οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως." Ὁμοίως καὶ ∆ανιὴλ οὕτως λέγει ἐκ προσώπου τῶν τριῶν παίδων· "Εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον· εὐλογείτω ἡ γῆ τὸν Κύριον." 2.11 Ὁ δὲ Ἀπόστολος διδάσκων τοὺς ἐν Ἀθήναις δεισιδαίμονας Ἀρεοπαγίτας οὕτως ἐβόα· "Ὁ Θεὸς ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος." Καὶ πάλιν ἐν τῇ Λυκαονίᾳ ἐβόα τοῖς πλανωμένοις καὶ θύειν αὐτοῖς βουλομένοις· "Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς." Ἀλλὰ καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις φησίν· "Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς." Πάσης οὖν τῆς θείας Γραφῆς, Παλαιᾶς τε καὶ Καινῆς ∆ιαθήκης, σημαινούσηςκαὶ οὕτως συνήθως κατακεχρημένηςὡς οὐρανοῦ καὶ γῆς ἔνδον ὑπάρχουσι πάντα, πῶς οἷόν τε χριστιανὸν εἶναι τὸν τούτοις πᾶσιν ἀπιστοῦντα καὶ ἔνδον λέγοντα τοῦ οὐρανοῦ μόνου πάντα; 2.12 Περιεκτικῶν τοίνυν τοῦ παντὸς ὑπαρχόντων τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς, θεμελιοῦσθαι λέγομεν τὴν γῆν ἐπὶ τὴν ἑαυτῆς ἀσφάλειαν παρὰ τοῦ δημιουργοῦ πάλιν κατὰ τὴν θείαν Γραφὴν ἐπ' οὐδενὶ σώματι. Λέγει γὰρ ἐν τῷ Ἰώβ· "Ὁ κρεμνῶν τὴν γῆν ἐπ' οὐδενός." Καὶ πάλιν· "Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; Ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; Ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; Τίς δέ ἐστιν ὁ βαλὼν λίθον ἀκρογωνιαῖον ἐπ' αὐτήν;" Ὁμοίως καὶ ὁ ∆αυΐδ φησιν· "Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς." 2.13 Τῇ οὖν δυνάμει τοῦ τὰ πάντα γενεσιουργήσαντος Θεοῦ λέγομεν αὐτὴν θεμελιοῦσθαι καὶ περικρατεῖσθαι. "Φέρων τε τὰ πάντα", φησὶν ὁ Ἀπόστο λος, "τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ." Εἰ γὰρ ἦν ὑποκάτω αὐτῆς ἢ ἔξωθεν αὐτῆς οἱονδήποτε σῶμα, οὐχ ἵστατο, ἀλλὰ κατέπιπτε, τοῦτο φυσικώτερον ἐν πᾶσι θεωρούμενον. Εἰ γὰρ ἀέρα τις ὑπόθοιτο ἢ ὕδωρ ἢ πῦρ, πάντως ἐν τούτοις κατέπιπτε βαρυτέρα τούτων ὑπάρχουσα. Ὡς βαρυτέραν τοίνυν τῶν ὅλων σωμάτων, ὁ Θεὸς αὐτὴν θεμέλιον τοῦ παντὸς ἔθηκεν, ἑδράσας τῇ ἰδίᾳ ἀσφαλείᾳ. 2.14 Ὥσπερ γὰρ εἴ τις ὑπόθοιτο χῶρον ἕνα ἔχοντα βάθος πηχῶν ἑκατόν, γέμει δὲ ὁ χῶρος ἐκεῖνος σώματος παχυτέρου οἷον ὕδατος,