1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

16

ἅπαξ ἀποθανεῖν διὰ τῆς ἀωρίας μᾶλλον μὴ προστιθέναι ἁμαρτίας, ἐνέγκῃ δὲ τοὺς ἀνθρώπους καὶ τὰ ἄλογα τὰ διὰ τὸν ἄνθρωπον ἐν τῇ γῇ ταύτῃ, κρείττονι ὑπαρχούσῃ καὶ σχεδὸν ἴσῃ τοῦ παραδείσου, ὅπερ καὶ πεποίηκε, κελεύσας τῷ Νῶε μετὰ τὸν κατακλυσμὸν ἐν τῇ γῇ ταύτῃ ὑπάρχοντι πάντων ἀπογεύσασθαι, καὶ ξύλων καὶ σπερμάτων, καὶ διδάξας κρεοφαγεῖν. 2.42 Ὅτι δὲ οὐ διὰ τὸ ἀποκτεῖναι ἐκείνους μόνον ἐπήγαγε τὸν κατακλυσμὸν δῆλον ἐκ τοῦ ἐπικρατῆσαι τὸ ὕδωρ ἐπὶ πλείονα χρόνονἤρκει γὰρ καὶ μία ἡμέρα ἢ καὶ δύο πάντας ἀπολέσαι, ἀλλ' ἵνα καὶ τὴν κιβωτὸν διαπεράσῃ τὸν Ὠκεανὸν καὶ ἐνέγκῃ ἐν τῇ γῇ ταύτῃ. Ἑκατὸν γὰρ πεντήκοντα ἡμέρας ἐπεκράτησε τὸ ὕδωρ μὴ ἐλαττούμενον, ἕως ὅτε περάσῃ παραδόξως ἡ κιβωτὸς ἐν τῇ γῇ ταύτῃ. Ἀλλὰ καὶ τὸ ὑψωθῆναι τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλῶν ὀρέων πήχεις δεκαπέντε, εὔδηλόν ἐστιν ὡς διὰ τὸ μέτρον τοῦ μέρους τῆς κιβωτοῦ τοῦ ὑποβρυχίου, ἵνα ἐπικαθίσῃ ἡ κιβωτὸς ἐπάνω τῶν ὀρέων, ᾠκονόμησεν οὕτως γενέσθαι. Τὸ ἥμισυ γὰρ τοῦ ὕψους τῆς κιβωτοῦ ὑποβρύχιον ἦν, τουτέστι πήχεις δεκαπέντε· ἦν γὰρ ὕψος ἔχουσα πᾶσα πηχῶν τριάκοντα. 2.43 Ἔστιν οὖν καὶ ἐκ τούτου καὶ ἐκ τῆς προφητείας τοῦ Λάμεχ καὶ ἐκ τῆς κατασκευῆς τῆς τραπέζης τῆς ἐν τῇ σκηνῇ μαθεῖν ὅτι πέραν τοῦ Ὠκεανοῦ γῆ ὑπάρχει κυκλοῦσα τὸν Ὠκεανόν. Ἀλλὰ καὶ ὁ ἱεροφάντης Μωϋσῆς ἐν τῷ ∆ευτερονομίῳ φησὶν οὕτως· "Καὶ σύ, Ἰσραήλ, ἄκουσον τὴν ἐντολήν, ἣν δίδωμί σοι σήμερον. Μὴ εἵπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν καταγαγεῖν ἡμῖν αὐτήν; Ἢ τίς περάσει εἰς τὸ πέραν τῆς θαλάσσης ἀγαγεῖν ἡμῖν αὐτήν; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου", τοῦτο λέγων ὅτι· Μὴ εἴπῃς ἀνελθεῖν εἰς τὸν οὐρανὸν καταγαγεῖν τὰ θεῖα προστάγματα, ἢ περάσαι εἰς τὸ πέραν τῆς θαλάσσης ἀγαγεῖν αὐτά, ὅτι ἰδοὺ ἐγγύς σού εἰσιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, ἐν ταὐτῷ ἀμφότερα διδάξας ὅτι καὶ πέραν τοῦ Ὠκεανοῦ γῆ ἤτοι τόπος ὑπάρχει, καὶ ἀδύνατόν ἐστι διαπορθμεῦσαι τὸν Ὠκεανόν, ὥσπερ οὖν καὶ εἰς τὸν οὐρανὸν ἀνελθεῖν θνητοὺς ἔτι ἡμᾶς ὑπάρχοντας. 2.44 Ἀλλὰ καὶ Βαρούχ, ὁ γραμματεὺς Ἱερεμίου τοῦ προφήτου, ἐν τῇ ἐπιστολῇ ἑαυτοῦ περὶ φρονήσεως συμβουλεύων, διδαχθεὶς δὲ καὶ νόμιμα Μωϋσέως, τὰ αὐτὰ Μωϋσῇ φθέγγεται καί φησι· "Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτήν;" ὡς ἀδυνάτων καὶ τῶν δύο ὄντων. Οὔτε γὰρ περὶ τῶν κόλπων τῶν πλεομένων λέγει τὸ "πέραν τῆς θαλάσσης" δυνατὸν γὰρ περάσαι τούτους, ἀλλὰ περὶ αὐτοῦ τοῦ Ὠκεανοῦ. 2.45 Οὐ μὴν ἀλλὰ καὶ οἱ ἄνθρωποι ποθοῦντες τὰ πολλὰ μανθάνειν καὶ περιεργάζεσθαι, εἴπερ ἦν ὁ παράδεισος ἐν ταύτῃ τῇ γῇ, οὐκ ὤκνουν οἱ πολλοὶ φθάσαι μέχρι τῶν αὐτόθι. Εἰ γὰρ διὰ μέταξιν εἰς τὰ ἔσχατα τῆς γῆς τινες ἐμπορίας οἰκτρᾶς χάριν οὐκ ὀκνοῦσι διελθεῖν, πῶς ἂν περὶ τῆς θέας αὐτοῦ τοῦ παραδείσου ὤκνησαν πορεύεσθαι; Αὕτη δὲ ἡ χώρα τοῦ μεταξίου ἐστὶν ἐν τῇ ἐσωτέρᾳ πάντων Ἰνδίᾳ, κατὰ τὸ ἀριστερὸν μέρος εἰσιόντων τοῦ Ἰνδικοῦ πελάγους, περαιτέρω πολὺ τοῦ Περσικοῦ κόλπου καὶ τῆς νήσου τῆς καλουμένης παρὰ μὲν Ἰνδοῖς, Σελεδίβα, παρὰ δὲ τοῖς Ἕλλησι, Ταπροβάνη, Τζίνιστα οὕτω καλουμένη, κυκλουμένη πάλιν ἐξ ἀριστερῶν ὑπὸ τοῦ Ὠκεανοῦ, ὥσπερ καὶ ἡ Βαρβαρία κυκλοῦται ἐκ δεξιῶν ὑπ' αὐτοῦ. Καί φασιν οἱ Ἰνδοί, οἱ φιλόσοφοι, οἱ καλούμενοι Βραχμάνες, ὅτι ἐὰν βάλῃς ἀπὸ Τζίνιστα σπαρτίον διελθεῖν διὰ Περσίδος ἕως Ῥωμανίας ὡς ἀπὸ κανόνος τὸ μεσαίτατον τοῦ κόσμου ἐστί, καὶ τάχα ἀληθεύουσιν. 2.46 Πολὺ γὰρ ἀριστερά ἐστιν, ὡς δι' ὀλίγου χρόνου βασταγὰς μεταξίου γίνεσθαι ἐκ τῶν ἐκεῖ, ἐκ διαδοχῆς ἑτέρων ἐθνῶν, ἐν Περσίδι διὰ τῆς γῆς, διὰ δὲ τῆς θαλάσσης πάνυ πολλὰ διαστήματα ἀπέχουσα ἀπὸ τῆς Περσίδος. Ὅσον γὰρ διάστημα ἔχει ὁ κόλπος ὁ Περσικὸς εἰσερχόμενος ἐν Περσίδι, τοσοῦτο διάστημα πάλιν ἀπὸ τῆς Ταπροβάνης καὶ περαιτέρω ποιεῖ ἐπὶ τὰ ἀριστερὰ εἰσερχόμενός τις ἐν αὐτῇ τῇ Τζίνιστα, μετὰ τὸ καὶ διαστήματα πάλιν ἱκανὰ ἔχειν ἀπὸ τῆς ἀρχῆς ἐξ αὐτοῦ τοῦ Περσικοῦ κόλπου, ὅλον τὸ Ἰνδικὸν πέλαγος ἕως Ταπροβάνης