1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

17

καὶ ἐπέκεινα. ∆ιατέμνει οὖν πολλὰ διαστήματα ὁ διὰ τῆς ὁδοῦ ἐρχόμενος ἀπὸ Τζίνιστα ἐπὶ Περσίδα, ὅθεν καὶ πλῆθος μεταξίου ἀεὶ ἐπὶ τὴν Περσίδα εὑρίσκεται. Περαιτέρω δὲ τῆς Τζίνιστα οὔτε πλέεται οὔτε οἰκεῖται. 2.47 Ἀπὸ τῆς οὖν Τζίνιστα, ὡς ἀπὸ σπαρτίου, ὀρθῶς ἐπὶ τὴν δύσιν τις μετρῶν τὰ διαστήματα τοῦ μήκους τῆς γῆς εὑρήσει πλέον ἔλαττον μονῶν υʹ ἀπὸ μιλίων λʹ. Μετρητέον δὲ οὕτως· ἀπὸ τῆς Τζίνιστα ἕως τῆς ἀρχῆς τῆς Περσίδος πᾶσα ἡ Οὔννια καὶ Ἰνδία καὶ ἡ Βάκτρων χώρα εἰσὶ περί που μοναὶ ρνʹ, εἰ μή τι πλείους, οὐκ ἔλαττον· καὶ πᾶσα ἡ Περσῶν χώρα μοναὶ πʹ· καὶ ἀπὸ τοῦ Νίσιβι εἰς Σελεύκειαν μοναὶ ιγʹ· καὶ ἀπὸ Σελευκείας εἰς Ῥώμην καὶ Γάλλους καὶ Ἰβηρίαν, τοὺς νῦνλεγομένους Ἱσπανούς, ἕως Γαδείρων ἔξω εἰς τὸν Ὠκεανόν, μοναὶ ρνʹ καὶ πλέον, ὡς γίνεσθαι τὸ πᾶν μοναὶ υʹ πλέον ἔλαττον. 2.48 Τὸ δὲ πλάτος αὐτῆς, ἀπὸ τῶν ὑπερβορείων τόπων ἕως τοῦ Βυζαντίου, οὐ πλείους εἰσὶ μονῶν νʹ· ἐκ τῆς γὰρ Κασπίας θαλάσσης τῆς εἰσβαλλούσης ἐκ τοῦ Ὠκεανοῦ δυνατὸν στοχάσασθαι καὶ τὰ ἀοίκητα καὶ τὰ οἰκούμενα τῶν μερῶν ἐκείνων· καὶ ἀπὸ τοῦ Βυζαντίου πάλιν ἕως Ἀλεξανδρείας μοναὶ νʹ· καὶ ἀπὸ Ἀλεξανδρείας ἕως τῶν Καταρακτῶν μοναὶ λʹ· καὶ ἀπὸ τῶν Καταρακτῶν ἕως Ἀξώμεως μοναὶ λʹ· καὶ ἀπὸ Ἀξώμεως ἕως τῶν ἄκρων τῆς Αἰθιοπίας, τῆς λιβανωτοφόρου γῆς τῆς καλουμένης Βαρβαρίας, ἥτις καὶ παράκειται τῷ Ὠκεανῷ, οὐ πλησίον, ἀλλὰ μακρὰν ἔχουσα τὴν Σάσου χώραν ὑστάτην οὖσαν τῶν Αἰθιόπων γῆν, μοναὶ μʹ πλέον ἔλαττον, ὡς εἶναι ὁμοῦ μονὰς ςʹ πλέον ἔλαττον, ὥστε καὶ κατὰ τοῦτο ἀληθεύειν τὴν θείαν Γραφὴν διπλοῦν τοῦ πλάτους τὸ μῆκος τῆς γῆς ὑποτιθεμένην· "Ποιήσεις γάρ, φησί, τὴν τράπεζαν ὡσανεὶ τὴν ὑπογραφὴν τῆς γῆς μῆκος πηχῶν δύο καὶ πλάτος πήχεως μιᾶς." 2.49 Ἔστι δὲ ἡ χώρα ἡ λιβανωτοφόρος εἰς τὰ ἄκρα τῆς Αἰθιοπίας, μεσόγειος μὲν οὖσα, τὸν δὲ Ὠκεανὸν ἐπέκεινα ἔχουσα, ὅθεν καὶ οἱ τὴν Βαρβαρίαν οἰκοῦντες, ὡς ἐγγύθεν ὄντες, ἀνερχόμενοι εἰς τὰ μεσόγεια καὶ πραγματευόμενοι κομίζουσιν ἐξ αὐτῶν τὰ πλεῖστα τῶν ἡδυσμάτων, λίβανον, κασίαν, κάλαμον καὶ ἕτερα πολλά, καὶ αὐτὰ πάλιν διὰ θαλάσσης κομίζουσιν ἐν τῇ Ἀδούλῃ καὶ ἐν τῷ Ὁμηρίτῃ καὶ ἐν τῇ ἐσωτέρᾳ Ἰνδίᾳ καὶ ἐν τῇ Περσίδι. 2.50 Καὶ ἐν ταῖς Βασιλείαις εὑρήσεις γεγραμμένον ὅτι ἡ βασίλισσα Σαβᾶ, τουτέστι τοῦ Ὁμηρίτου, ἣν πάλιν καλεῖ ὁ Κύριος ἐν Εὐαγγελίοις "βασίλισσαν νότου", τῷ Σολομῶντι ἡδύσματα ἔφερε τὰ ἀπὸ αὐτῆς τῆς Βαρβαρίας, ὡς γειτνιῶσα εἰς τὸ πέραν, καὶ ῥάβδους ἐβεννίνους καὶ πιθήκους καὶ χρυσίον ἐκ τῆς Αἰθιοπίας, ὡς γειτνιῶσα πάσῃ τῇ Αἰθιοπίᾳ κατὰ τὸ πέραν τοῦ Ἀραβικοῦ κόλπου. Ἔστιν οὖν πάλιν καὶ ἐκ τῶν λόγων τοῦ Κυρίου κατιδεῖν ὡς ὅτι πέρατα γῆς καλεῖ αὐτοὺς τοὺς τόπους, οὕτως λέγων· "Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος." Οὐκ ἀπέχει γὰρ τῆς Βαρβαρίας ὁ Ὁμηρίτης, τῆς θαλάσσης μεσαζούσης πορείας ἡμερῶν διὰ θαλάσσης δύο, ἧς λοιπὸν ἐπέκεινα ὁ Ὠκεανός ἐστι, τὸ καλούμενον Ζίγγιον. 2.51 Ἡ δὲ λεγομένη Σάσου καὶ αὐτὴ πλησίον ὑπάρχει τοῦ Ὠκεανοῦ, ὡς καὶ τῆς λιβανωτοφόρου γῆς πλησίον ὁ Ὠκεανὸς ὑπάρχει, μέταλλα χρυσίου πολλὰ ἔχουσα. Ἕνα δὲ παρ' ἕνα ἐνιαυτὸν ὁ βασιλεὺς τῶν Ἀξωμιτῶν διὰ τοῦ ἄρχοντος τῆς Ἀγαῦ ἀποστέλλει ἐκεῖ ἀνθρώπους ἰδίους ἕνεκεν πραγματείας χρυσίου. Συνεξέρχονται δὲ αὐτοῖς καὶ ἕτεροι πολλοὶ συμπραγματευόμενοι, ὡς εἶναι ἐπάνω πεντακοσίων ἀνθρώπων. Ἀποφέρουσι δὲ ἐκεῖ βόας καὶ ἅλας καὶ σίδηρον. Ὡς δὲ ἐγγὺς τῆς χώρας γίνονται, ποιοῦσι κατὰ τόπον παῦσαν. Φέροντες δὲ ἀκανθῶν πλῆθος ποιοῦσι μέγα φραγμὸν καὶ ἔσωθεν διάγουσι, καὶ θύουσι βόας καὶ μελίζουσι καὶ προβάλλουσιν ἐπάνω τῶν ἀκανθῶν αὐτὰ καὶ τοὺς ἅλας καὶ τὸν σίδηρον. 2.52 Ἔρχονται δὲ ἐκεῖνοι οἱ ἐγχώριοι φέροντες χρυσίον ὡς θέρμια, τὸν λεγόμενον ταγχάραν, καὶ τίθησιν ἕνα θέρμιον ἢ δύο ἢ πλέον ἐπάνω οὗ ἀρέσκεται μέλους, ἢ εἰς τοὺς ἅλας, ἢ εἰς τὸ σιδήριον, καὶ εἱστήκει παρέξω. Ἐγγίζει δὲ ὁ κύριος τοῦ βοὸς καί, ἐὰν ἤρεσεν αὐτῷ, ἔλαβε τὸ χρυσίον, κἀκεῖνος ἐλθὼν ἔλαβε τὸ