18
κρέας, ἢ τοὺς ἅλας, ἢ τὸ σιδήριον· εἰ δὲ οὐκ ἤρεσεν αὐτῷ, ἀφίησι τὸ χρυσίον, καὶ ἦλθε κἀκεῖνος θεωρῶν ὅτι οὐκ ἔλαβε καὶ ἢ προστίθησιν ἢ ἔλαβε τὸ χρυσίον ἑαυτοῦ καὶ ἀπέρχεται. Τοιαύτη ἐστὶν ἡ συναλλαγὴ τῶν ἐκεῖσε, ἐπειδὴ καὶ ἀλλόγλωσσοί εἰσι καὶ ἑρμηνέων μάλιστα πολλῶν ἀποροῦσι. Ποιοῦσι δὲ κατὰ τόπον εἰς ἐκείνην τὴν χώραν ἡμέρας πέντε πλέον ἔλαττον κατὰ πρόσβασιν εἰσερχόμενοι καὶ πραγματευόμενοι, μέχρις οὗ ἀποπραγματεύσονται. 2.53 Ἐν δὲ τῷ ὑποστρέψαι πάλιν ὁμοθυμαδὸν ἔνοπλοι ὑποστρέφουσι διὰ τὸ εἶναί τινας μεταξὺ τῆς χώρας ἐκείνης ἐπηρεάζοντας αὐτοὺς καὶ ἀφελεῖν βουλομένους ἀπ' αὐτῶν τὸ χρυσίον. Οὕτως οὖν ποιοῦντες ἑξαμήνου ποιοῦσι τὴν ἐμπορίαν ἐν τῷ ὑπάγειν καὶ ὑποστρέφειν αὐτούς, βραδύτερον περιπατοῦντες ἐν τῷ ὑπάγειν, μάλιστα διὰ τὰ ἄλογα, ὑποστρέφοντες δὲ σπουδαιότερον, ἵνα μὴ οἱ χειμῶνες καὶ οἱ ὑετοὶ καταλάβωσιν αὐτοὺς ἐν τῇ ὁδῷ. Περὶ γὰρ τὰ ἐκεῖ ἐστιν ἡ κορυφὴ τοῦ Νείλου ποταμοῦ καὶ κατὰ χειμῶνα ἐκ τῶν πολλῶν ὑετῶν πολλοὶ ποταμοὶ ἐξ αὐτοῦ εἰς τὴν ὁδὸν γίνονται. Ἔστι δὲ ὁ χειμὼν τῶν αὐτόθι κατὰ τὸ παρ' ἡμῖν θέρος, ἀπὸ τοῦ κατ' Αἰγυπτίους Ἔπιφι μηνὸς ἀρχὴ ἕως τέλους τοῦ Θώθ, σφοδρῶς πάνυ βρέχων τοὺς τρεῖς μῆνας, ὥστε πλῆθος ποταμῶν ποιεῖν, πάντες δὲ ἐπὶ τὸν Νεῖλον ἐκχέουσι. Ταῦτα δὲ τὰ μὲν ὄψει παραλαβών, τὰ δὲ ἀκηκοὼς ἐξ αὐτῶν τῶν ἐκεῖσε ἀκριβῶς πραγματευομένων γέγραφα. 2.54 Βούλομαι δὲ καὶ ἑτέραν ἱστορίαν διηγήσασθαι τῇ σῇ εὐλαβείᾳ συντελοῦσαν πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Ἐν τῇ Ἀδούλῃτῇ καλουμένῃ τῶν Αἰθιόπων πόλει, παραλίῳ τυγχανούσῃ ὡς ἀπὸ μιλίων δύο, λιμένι ὑπαρχούσῃ τοῦ Ἀξωμιτῶν ἔθνους, ἔνθα καὶ τὴν ἐμπορίαν ποιούμεθα οἱ ἀπὸ Ἀλεξανδρείας καὶ ἀπὸ Ἐλᾶ ἐμπορευόμενοιδίφρος ἐστὶ κείμενος ἐν τῇ ἀρχῇ τῆς πόλεως κατὰ τὸ δυτικὸν μέρος, προσέχων ἐπὶ τὴν ὁδὸν Ἀξώμεως, μαρμάρινος, ἑνὸς τῶν βασιλευσάντων ἐνταῦθα Πτολεμαίου, ἀπὸ δοκιμασίου μαρμάρου λευκοῦ, οἷά εἰσι τὰ τραπέζια τὰ λευκά, οὐ μέν τοι προκοννήσιος, ἔχων βάσιν τετράγωνον καὶ τέσσαρα κιόνια λεπτὰ μικρὰ εἰς τὰς τέσσαρας γωνίας καὶ ἕνα παχύτερον μέσον γεγλυμμένον σχοινωτὸν καὶ ἐπάνω τῶν κιονίων τὸ κάθισμα καὶ τὸ ἀνακλιτὸν τὸ ὄπισθεν τοῦ θρόνου καὶ τὰ παρ' ἑκάτερα πλευρὰ δεξιὰ καὶ ἀριστερά, ὅλος ὁ δίφρος καὶ ἡ βάσις καὶ τὰ πέντε κιόνια καὶ τὸ κάθισμα καὶ τὸ ἀνακλιτὸν καὶ τὰ παρ' ἑκάτερα πλευρὰ ὅλα εἷς λίθος γεγλυμμένος, ἔχων ὅλος ὡς πήχεις δύο ἥμισυ, ὡς αἱ παρ' ἡμῖν καλούμεναι καθέδραι. 2.55 Ὄπισθεν δὲ αὐτοῦ τοῦ δίφρου ἄλλο μάρμαρον ἀπὸ βασανίτου λίθου ἐστὶν ἱστάμενον, ὡσεὶ πηχῶν τριῶν, τετράγωνον, ὡς εἰκών, ἧς ἡ κεφαλὴ τὸ μέσον μὲν ὀξὺ ἄνω, τὰ παρ' ἑκάτερα δὲ μικρὸν χαμηλότερα, ὡς τύπον τοῦ στοιχείου τοῦ λάμβδα, ὅλον δὲ τὸ σῶμα τετράγωνον. Νυνὶ δὲ αὐτὴ ἡ εἰκὼν πεπτωκυῖά ἐστιν ὄπισθεν τοῦ δίφρου, τὸ κάτω πάνυ μέρος αὐτῆς κλασθὲν καὶ ἀπολεσθέν, ὅλον δὲ τὸ μάρμαρον, καὶ ὁ δίφρος, πεπληρωμένον γραμμάτων ἑλληνικῶν. 2.56 Παρόντι οὖν μοι ἐν τοῖς τόποις ἐκείνοις, πρὸ τούτων τῶν ἐνιαυτῶν εἴκοσι πέντε πλέον ἔλαττον, ἐν τῇ ἀρχῇ τῆς βασιλείας Ἰουστίνου τοῦ Ῥωμαίων βασιλέως, ὁ τηνικαῦτα βασιλεὺς τῶν Ἀξωμιτῶν, Ἐλλατζβάας, μέλλων ἐξιέναι εἰς πόλεμον πρὸς τοὺς Ὁμηρίτας τοὺς πέραν γράφει τῷ ἄρχοντι Ἀδούλεως ἀναλαβεῖν τὰ ἴσα τῶν γεγραμμένων ἐν τῷ δίφρῳ τῷ πτολεμαϊκῷ καὶ τῇ εἰκόνι καὶ ἀποστεῖλαι αὐτῷ. Καλέσας δέ με ὁ τότε ἄρχων ὀνόματι Ἀσβᾶς καὶ ἄλλον ἕνα πραγματευτὴν ὀνόματι Μηνᾶν, ὃς γενόμενος μονάζων ἐν τῇ Ῥαϊθοῦ οὐ πρὸ πολλοῦ τὸν βίον μετήλλαξε, κελεύει ἡμῖν ἀπελθεῖν καὶ ἀναλαβεῖν τὰ γεγραμμένα. Λαβόντες δὲ δεδώκαμεν τῷ ἄρχοντι, κατασχόντες ἑαυτοῖς τὰ ἴσα, ἃ καὶ νῦν θήσω ἐν ταύτῃ τῇ συγγραφῇ, συμβαλλόμενα ἡμῖν πρὸς τὴν τῶν τόπων καὶ τῶν οἰκούντων καὶ τῶν διαστημάτων εἴδησιν. 2.57 Εὕραμεν δὲ καὶ ἐν τοῖς ὀπισθίοις τοῦ δίφρου γεγλυμμένους τόν τε Ἡρακλέα καὶ Ἑρμέα, οὓς ὁ μετ' ἐμοῦ μακαρίτης Μηνᾶς ἔλεγε τὸν μὲν Ἡρακλέα σύμβολον εἶναι δυνά μεως, τὸν δὲ Ἑρμέα, πλούτου. Κἀγὼ δὲ μνησθεὶς τῶν Πράξεων τῶν ἀποστόλων ἀντέλεγον αὐτῷ εἰς τὸ ἓν λέγων ὅτι τὸν