21
οὖν τῶν τεσσάρων, μετ' αὐτοὺς οἱ υἱοὶ αὐτῶν πλείους γενόμενοι ἐβασίλευσαν καὶ "ἐπλήθυναν κακὰ τῇ γῇ", καθὰ καὶ ἐν τοῖς Μακκαβαϊκοῖς ἀναγέγραπται. Τὸ δὲ κέρας τὸ μικρὸν τὸ λαλοῦν μεγάλα, τὸ ἀναμέσον τῶν δέκα κεράτων, Ἀντίοχον σημαίνει τὸν Ἐπιφανῆ, τὸν πολεμήσαντα τοὺς Ἰουδαίους ἐπὶ τῶν Μακκαβαίων. Τούτους οὖν πάντας λέγει "μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον", ὡς νικῶντας καὶ ἡττω μένους ὑπ' ἀλλήλων καὶ μὴ μιγνυμένους, ὃν τρόπον ὁ σίδηρος οὐ μίγνυται τῷ ὀστράκῳ. 2.69 Εἶτα πάλιν λέγει ἐν μὲν τῇ εἰκόνι· "Λίθον τμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν", ἐν δὲ τῷ ὁράματι· "Υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ." Τὸν ∆εσπότην Χριστὸν ἐνταῦθα σημαίνει ἐν ἑκατέρῳ μέρει ἐκ τοῦ Ἀβραὰμ καὶ τῆς Παρθένου ἄνευ σπέρματος ἀνδρὸς ἐρχόμενον. Καὶ ἐνταῦθα γὰρ "ἄνευ χειρῶν" εἶπεν, ἵνα εἴπῃ· ἄνευ σπέρματος ἀνδρός, κἀκεῖ "ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ", αἵτινες ἄνευ χειρῶν ἀνθρωπίνων ὡς ἀπὸ γαστρὸς τοὺς ὑετοὺς βαστάζουσαι ἀποτίκτουσιν. 2.70 Εἶτα πάλιν ἐπὶ τῆς εἰκόνος· "Καὶ ἐπάταξε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ εὑρέθη ἐν αὐτοῖς", ἐν δὲ τῷ ὁράματι· "Ἐθεώρουν ἕως ὅτε ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός, καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ", τὸ αὐτὸ ἐφ' ἑκατέρου σημαίνων, ὅτι παραγινομένου τοῦ ∆εσπότου Χριστοῦ πᾶσαι αἱ βασιλεῖαι αὗται ἀναιρεθήσονται, καὶ ἡ τῶν Βαβυλωνίων καὶ ἡ τῶν Μήδων καὶ ἡ τῶν Περσῶν καὶ ἡ τῶν Μακεδόνων καὶ ὅσαι ἐξ αὐτῆς ἐκ διαιρέσεως ἐγένοντο, καὶ εἰς οὐδὲν ἔτι λογισθήσονται, ὅπερ καὶ οὕτως ἐγένετο ἐπὶ τοῦ καιροῦ τοῦ Χριστοῦ· οὔτε γὰρ ἡ τῶν Βαβυλωνίων ἵστατο, οὐδὲ ἡ τῶν Μήδων, οὔτε ἡ τῶν Περσῶν, οὐδὲ ἡ τῶν Μακεδόνων, ἀλλὰ πᾶσαι κατελύθησαν. 2.71 Εἶτα πάλιν ἐν μὲν τῇ εἰκόνι φησί· "Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται", καὶ ἀναστήσεται εἰς τοὺς αἰῶνας. Ἐν δὲ τῷ ὁράματί φησι· "Καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προσηνέχθη αὐτῷ. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῷ. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται", πάλιν τὸ αὐτὸ ἐφ' ἑκατέρου λέγων, ὅτι ἐρχομένου τοῦ ∆εσπότου Χριστοῦ ἐκεῖναι μὲν αἱ βασιλεῖαι παρελεύσονται καὶ καταλυθήσονται, ἡ δὲ τούτου βασιλεία ἀκατάλυτος ἔσται καὶ αἰώνιος. 2.72 Εἷς οὖν ἐστι καὶ οὗτος ὁ Πτολεμαῖος τῶν βασιλευσάντων ἐν Ἀλεξανδρείᾳ, ἢ ὁ Φιλομήτωρ, ἢ ὁ νεώτερος Εὐεργέτης, ἢ ὁ πρὸ Κλεοπάτρας τῆς ὑστάτης, ὁ καλούμενος ∆ιονύσου· οὗτοι γὰρ ὑπερέβησαν βασιλεύοντες τὰ εἰκοσιεπτὰ ἔτη καὶ αὐτοὶ ἀπόγονοί εἰσι τῶν πρώτων βασιλευσάντων Πτολεμαίων, καθὰ καὶ ἐν τῇ εἰκόνι τῇ μαρμαρίνῃ, ᾗ ἐτάξαμεν, ἀναγέγραπται. 2.73 Περὶ γὰρ τῶν νῦν βασιλέων οὐδὲν ἐν τῷ προφήτῃ ἀναγέγραπται, καθὰ καὶ αὐτὸς ὁ Κύριος λέγει ὅτι· "Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν". Τοῦ γὰρ Ναβουχοδονόσορ διαλογιζομένου, εἰ ἔχει διαδοχὴν ἡ βασιλεία αὐτοῦ, καὶ τοῦ ∆ανιὴλ διαλογιζομένου, εἰ ἔχει διαδοχὴν τὰ ἔθη τὰ ἰουδαϊκά, ἀμφοτέροις ἐκ παραλλήλου τὸ αὐτὸ ἀπεκαλύφθη ὅτι· Ἐν ἑνὶ χρόνῳ καὶ πᾶσα ἡ διαδοχὴ τῆς βασιλείας σου ἐκλείψει, ἐν ταὐτῷ καὶ τὰ ἰουδαϊκὰ ἔθη καὶ νόμιμα καταλυθήσονται, καὶ ἑτέρα τις κατάστασις ἐπεισαχθήσεται κρείττων, ἥτις αἰώνιος καὶ ἀτελεύτητος ἔσται, ἥτις καὶ ἀρχὴν λήψεται, παυομένων μὲν γὰρ τῶν πρώτων βασιλειῶν καὶ τῶν νομικῶν ἐθῶν, ἀναδεικνυμένης δὲ ὅταν ὁ ταύτης ἀρχηγὸς παραγένηται. 2.74 Περὶ γὰρ τῆς Ῥωμαίων βασιλείας ἐν μὲν τῷ προφήτῃ οὐ φανερῶς γέγραπται· οὐδὲ γὰρ ἐκ διαδοχῆς ἐστι τοῦ Ναβουχοδονόσορ, οὐδὲ ἁρμοδία τῇ τῶν Ἰουδαίων πολιτείᾳ, ἤγουν εὐνομίᾳ, ἀλλὰ μᾶλλον καὶ καθαιρετική, οὐδὲ ἐκ