1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

22

διαδοχῆς ἐστι τῶν Μακεδόνων. Ἀλλά φησιν· "Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται." Ἐνταῦθα μὲν λέγων περὶ τοῦ ∆εσπότου Χριστοῦ, αἰνιγματωδῶς δὲ συμπεριλαμβάνει καὶ τὸ τῶν Ῥωμαίων βασίλειον συνανατεῖλαν τῷ ∆εσπότῃ Χριστῷ. Τοῦ γὰρ Χριστοῦ ἔτι κυοφορουμένου, κράτος ἐδέξατο παρὰ Θεοῦ ἡ τῶν Ῥωμαίων βασιλεία, ὡς ὑπηρέτις οὖσα τῶν τοῦ Χριστοῦ οἰκονομιῶν· ἐν αὐτῷ γὰρ τῷ καιρῷ καὶ αἰώνιοι Αὔγουστοι προσηγορεύθησαν καὶ εἰς πᾶσαν τὴν γῆν ἀπογραφὴν ὡς κρατοῦντες ἐποιήσαντο. Ἀμέλει ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς ὅτι αὕτη πρώτη ἀπογραφὴ ἐγένετο ἐπὶ Αὐγούστου Καίσαρος, ὅτε καὶ ὁ ∆εσπότης Χριστὸς ἐγεννήθη καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν καὶ βασιλείαν ἠξίωσεν ἀπογραφῆναι καὶ τέλη δοῦναι. 2.75 Μετέχει οὖν ἡ βασιλεία τῶν Ῥωμαίων τῶν ἀξιωμάτων τῆς βασιλείας τοῦ ∆εσπότου Χριστοῦ, πάσας ὑπεραίρουσα ὅσον ἐνδέχεται κατὰ τὸν βίον τοῦτον, ἀήττητος διαμένουσα μέχρι τῆς συντελείας. "Εἰς τὸν αἰῶνα γάρ, φησίν, οὐ διαφθαρήσεται." Καὶ ἐπὶ μὲν τοῦ ∆εσπότου Χριστοῦ "εἰς τὸν αἰῶνα" τὸ ἀτελεύτητον σημαίνει, καθὰ καὶ ὁ Γαβριὴλ τῇ Παρθένῳ λέγει· "Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος", ἐπὶ δὲ τῆς Ῥωμαίων βασιλείας ὡς συνανατειλάσης τῷ Χριστῷ, εἰς τὸν αἰῶνα τοῦτον οὐ διαφθαρήσεται. Θαρρῶν γὰρ ἀποφαίνομαι ὅτι, εἰ καὶ διὰ τὰς ἡμετέρας ἁμαρτίας πρὸς παιδείαν ὀλίγον ἐχθροὶ βάρβαροι τῇ Ῥωμανίᾳ ἐπανίστανται, ἀλλὰ τῇ δυνάμει τοῦ διακρατοῦντος ἀήττητος διαμένει ἡ βασιλεία, ἐπὶ τὸ μὴ στενοῦσθαι τὰ τῶν χριστιανῶν, ἀλλὰ πλατύνεσθαι. Καὶ γὰρ καὶ πρῶτον βασίλειον ἐπίστευσε Χριστῷ παρὰ τὰ λοιπὰ καὶ αὕτη ἡ βασιλεία ὑπηρέτις ἐστὶ τῶν τοῦ Χριστοῦ οἰκονομιῶν, ἣν διὰ ταῦτα φυλάττει ὁ τῶν ὅλων ∆εσπότης Θεὸς ἀήττητον μέχρι τῆς συντελείας. 2.76 Τὸ δὲ τῶν Περσῶν βασίλειον οὐκ ἔστιν ἐκ τῶν Περσῶν, οὔτε ἐκ διαδοχῆς τῶν προτέρων, ἀλλ' ἐξ ἄλλης ἀρχῆς νῦν ἀναστάν, τουτέστιν ἐκ τῶν Μάγων. Ἐπὶ γὰρ τῶν καιρῶν τοῦ Χριστοῦ ἡ βασιλεία τῶν Περσῶν καταλυθεῖσα ἦν ἀπὸ τοῦ Μακεδόνος Ἀλεξάνδρου κατὰ τὴν προφητείαν καὶ οἱ διάδοχοι τῆς μακεδονικῆς ἀρχῆς κατεκράτουν τῆς χώρας ἄχρι Ἀντιόχου. Λοιπὸν ἔκτοτε Πάρθοι κατὰ μικρὸν ἐτοποκράτουν· ἀμέλει ἐπιρρίψαντες ἐν Ἱεροσολύμοις Ὑρκανὸν τὸν τῶν Ἰουδαίων ἄρχοντα αἰχμάλωτον ἔλαβον πρὸ ὀλίγου χρόνου τοῦ παραγένεσθαι τὸν ∆εσπότην Χριστόν. Νῦν γὰρ ὡς πρὸ τετρακοσίων ἐτῶν ἐξηγέρθη αὕτη ἡ βασιλεία τῶν Μάγων, ὡς οἶμαι, καὶ αὕτη δευτερεύουσα μετὰ τοὺς Ῥωμαίους διὰ τὸ τοὺς Μάγους ἀξιώματά τινα λαβεῖν ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ διὰ τὴν πρὸς αὐτὸν προσκύνησιν καὶ τιμήν. 2.77 Ἐν τῇ γὰρ Ῥωμαίων γῇ πρῶτον ἐπὶ τῶν ἀποστόλων διέδραμε τὸ χριστιανικὸν κήρυγμα καὶ εὐθέως πάλιν ἐν Περσίδι διὰ Θαδδαίου τοῦ ἀποστόλου. Ἀμέλει καὶ ἐν ταῖς Καθολικαῖς γέγραπται· "Ἀσπάζεταί σε ἡ ἐν Βαβυλῶνι Ἐκκλησία." Ἀλλὰ μὴν τὸ τῶν Ῥωμαίων βασίλειον πολλὰπρολήμματα ἔχει ἐν τούτῳ, ὡς καὶ πρῶτον ὂν καὶ πρῶτον πιστεῦσαν εἰς Χριστὸν καὶ ὑπηρετοῦν ἐν πάσῃ τῇ κατὰ Χριστὸν οἰκονομίᾳ. Ἕτερον δὲ σημεῖον δυναστείας τῶν Ῥωμαίων ὃ αὐτοῖς κεχάρισται ὁ Θεός, λέγω δὴ ὅτι ἐν τῷ νομίσματι αὐτῶν ἐμπορεύονται πάντα τὰ ἔθνη καὶ ἐν παντὶ τόπῳ ἀπ' ἄκρου γῆς ἕως ἄκρου γῆς δεκτόν ἐστι, θαυμαζόμενον παρὰ παντὸς ἀνθρώπου καὶ πάσης βασιλείας, ὅπερ ἑτέρᾳ βασιλείᾳ οὐχ ὑπάρχει τὸ τοιοῦτο. Λοιπὸν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τὸ κείμενον 2.78 Τινὲς γὰρ τῶν παλαιῶν φιλοσόφων σχεδὸν τὴν οἰκουμένην περινοστήσαντες καὶ ἱστοριογραφήσαντες παραπλησίως τῇ θείᾳ Γραφῇ ἔφασαν καὶ αὐτοὶ τὴν θέσιν τῆς γῆς εἶναι καὶ τῶν ἄστρων τὴν περιφορὰν γίνεσθαι. Παρίτω δὲ εἰς μέσον ἐξ αὐτῶν τις φάσκων οὕτως. Ἐφόρου ἐκ τῆς δʹ Ἱστορίασ 2.79 Τὸν μὲν γὰρ Ἀπηλιώτην καὶ τὸν ἐγγὺς ἀνατολῶν τόπον Ἰνδοὶ κατοικοῦσι, τὸν δὲ πρὸς Νότον καὶ μεσημβρίαν Αἰθίοπες νέμονται, τὸν δὲ ἀπὸ Ζεφύρου καὶ δυσμῶν Κελτοὶ κατέχουσι, τὸν δὲ κατὰ Βορρᾶν καὶ τὰς ἄρκτους Σκῦθαι κατοικοῦσιν. Ἔστι μὲν οὖν οὐκ ἴσον ἕκαστον