1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

23

τούτων τῶν μερῶν, ἀλλὰ τὸ μὲν τῶν Σκυθῶν καὶ τῶν Αἰθιόπων μεῖζον, τὸ δὲ τῶν Ἰνδῶν καὶ τῶν Κελτῶν ἔλαττον. Καὶ παραπλήσιον ἑκατέρων ἀλλήλοις ἔχει τοῦ τόπου τὸ μέγεθος. Οἱ μὲν γὰρ Ἰνδοί εἰσι μεταξὺ θερινῶν καὶ χειμερινῶν ἀνατολῶν, Κελτοὶ δὲ τὴν ἀπὸ θερινῶν μέχρι χειμερινῶν δυσμῶν χώραν κατέχουσι. Καὶ τοῦτο μὲν ἴσον ἐστὶν ἐκείνῳ τὸ διάστημα καὶ μάλιστά πως ἀντικείμενον. Ἡ δὲ τῶν Σκυθῶν κατοίκησις τοῦ μὲν ἡλίου τῆς περιφορᾶς τὸν διαλείποντα κατέχει τόπον, ἀντίκειται δὲ πρὸς τὸ τῶν Αἰθιόπων ἔθνος, ὃ δοκεῖ παρατείνειν ἀπὸ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν τῶν βραχυτάτων. Παραγραφή 2.80 Οὗτος ὁ Ἔφορος παλαιός ἐστι συγγραφεύς, φιλόσοφος καὶ ἱστοριογράφος. Ἀκριβῶς ὁ Ἔφορος καὶ λόγῳ καὶ τῇ καταγραφῇ, ὡς ἡ θεία Γραφή, διηγεῖται τὴν θέσιν τῆς γῆς καὶ τῶν ἄστρων τὴν περιφοράν. Πυθέας δὲ ὁ Μασαλιώτης φησὶν ἐν τοῖς περὶ Ὠκεανοῦ ὅτι παραγενομένῳ αὐτῷ ἐν τοῖς βορειοτάτοις τόποις ἐδείκνυον οἱ αὐτόθι βάρβαροι τὴν ἡλίου κοίτην, ὡς ἐκεῖ τῶν νυκτῶν ἀεὶ γινομένου παρ' αὐτοῖς. Ξενοφάνης δὲ ὁ Κολοφώνιος, ἄπειρον ὑποτιθέμενος εἶναι τὴν γῆν, πρόδηλός ἐστι μὴ δεχόμενος τὴν σφαῖραν. Καὶ ταῦτα μὲν οἱ ἔξωθεν συμφωνοῦντες τῇ θείᾳ Γραφῇ εὑρίσκονται εἰρηκότες. Τὸ κείμενον 2.81 Ἡμεῖς δὲ τῇ ἀκολουθίᾳ χρώμενοι πάλιν ὑποτιθέμεθα λέγοντες τοὺς τέσσαρας ποταμούς, οὓς ἡ θεία λέγει Γραφὴ ἐξέρχεσθαι τοῦ παραδείσου, τὸν Ὠκεανὸν διατέμνουσι καὶ ἀναδίδονται ἐν τῇ γῇ ταύτῃ. Ὁ μὲν Φεισὼν ἐν τῇ Ἰνδικῇ χώρᾳ, ὃν καλοῦσί τινες Ἰνδὸν ἢ Γάγγην, ἐκ τῶν μεσογείων που κατερχόμενος πολλὰς ἐκροίας ἔχει ἐν τῷ Ἰνδικῷ πελάγει. Καὶ οὗτος δὲ ὁ ποταμὸς καὶ κιβώρια ἔχει καὶ τὰ καλούμενα νειλαγαθία καὶ φύλλα καὶ λωτάρια καὶ κροκοδείλους καὶ ἕτερα, ἃ ἔχει ὁ Νεῖλος. Ὁ δὲ Γηὼν ἀπὸ τῶν μερῶν τῆς Αἰθιοπίας διερχόμενος πᾶσαν τὴν Αἰθιοπίαν καὶ Αἴγυπτον τὰς ἐκροίας ἐπὶ τὸν παρ' ἡμῖν κόλπον ἐκπέμπει, ὁ δὲ Τίγρις καὶ Εὐφράτης ἀπὸ τῶν μερῶν τῆς Περσαρμενίας διερχόμενοι μέχρι τοῦ Περσικοῦ κόλπου. Καὶ ταῦτα μὲν ἡμεῖς περὶ τούτων. Παραγραφή 2.82 Σημᾶναι βουλομένη ἡ θεία Γραφὴ τὴν διάμετρον τοῦ παραδείσου, ὡς μεγάλη ἐστὶ καὶ ἐκτεταμένη ἐν γῇ ἀνατολῶν, ἐμνήσθη τῶν τεσσάρων τούτων ποταμῶν μόνων, ὡς ἐκ τῆς πηγῆς τῆς ἐν Ἐδὲμ ἀναδιδομένης καὶ ποτιζούσης τὸν παράδεισον τὸ ὑπόλοιπον ὕδωρ εἰς τοὺς τέσσαρας τούτους ποταμοὺς ἀφορίζεται· καὶ διαπεροῦντες ἐν τῇ γῇ ταύτῃ πολλὴν γῆν πάλιν ποτίζουσιν. Τὸ κείμενον 2.83 Τούτῳ οὖν τῷ τρόπῳ διατρεχόντων τῶν φωστήρων καὶ ποιούντων νύκτας καὶ ἡμέρας καὶ καιροὺς καὶ χρόνους, καὶ εἰς σημεῖα τοῖς πλέουσι πελάγη ἢ ὁδοιποροῦσιν ἔρημον ὄντων, καὶ φαινόντων ἐπὶ τῆς γῆς, οὐ τῇ περιφορᾷ τοῦ οὐρανοῦ αὐτὰ φήσομεν κινεῖσθαι, ἀλλὰ μᾶλλον διὰ ∆υνάμεων λογικῶν καθάπερ λαμπαδηφόρων τινῶν, ὡς δείξομεν τὴν θείαν Γραφὴν δηλοῦσαν. Φησὶ γὰρ περὶ τοῦ Ἀντικειμένου διδάσκων ὁ θεῖος Ἀπόστολος, τί ἦν αὐτοῦ τὸ ἔργον ἐξ ἀρχῆς, οὕτως· "Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας", σαφῶς ἄρχοντα τῆς ἐξουσίας τοῦ κινεῖν τὸν ἀέρα καὶ μεταβάλλειν αὐτὸν εἶναι πρώην διδάξας, νυνὶ δὲ ἐκριφέντα μηκέτι ταύτην ἔχειν τὴν ἀξίαν, ἀλλὰ μᾶλλον ἐνεργεῖν ἐκ κακίας ἐπὶ τοὺς ἁμαρτωλούς, ὡς δῆλον ἐκ τούτου ὅτι οὐ μόνος τοῦτο ποιεῖν ἐξίσχυεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ σὺν αὐτῷ. 2.84 Οἱ μὲν γὰρ τῶν ἀγγέλων τὸν ἀέρα κινεῖν ἐπετρέποντο, οἱ δὲ τὸν ἥλιον, οἱ δὲ τὴν σελήνην, ἄλλοι τὰ ἄστρα, ἕτεροι νέφελας καὶ βροχὰς ἐργαζόμενοι, καὶ ἕτερα πολλά· τοῦτο γὰρ ἔργον καὶ νόμος τῶν ἀγγελικῶν ταγμάτων τε καὶ ∆υνάμεών ἐστι, τὸ διακονεῖν πρὸς εὐεργεσίαν καὶ τιμὴν τῆς εἰκόνος τοῦ Θεοῦ, τουτέστι τοῦ ἀνθρώπου, καὶ κινεῖν πάντα, ὡς ὑπήκοοι στρατιῶται τοῦ βασιλέως. Τοῦτο γὰρ τὸ ἔργον τῇ τετάρτῃ ἡμέρᾳ ἐκελεύσθησαν ποιεῖν, ὅτε καὶ τὸν οὐρανὸν τοῖς ἄστροις κατεκόσμησεν. 2.85 Ἔργον δὲ τῶν ἀντικειμένων δαιμόνων τὰ πρὸς βλάβην τῆς εἰκόνος, ὡς ἀνταρτῶν, ποιεῖν· καὶ αὐτοὶ γὰρ τῇ τετάρτῃ ἡμέρᾳ παραβάντες τὴν κέλευσιν ἐκ τοῦ οὐρανοῦ κατερρίφησαν, καθὰ καὶ ἑτέρωθι οὕτως