1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

25

αὐτὸν κατηκόντισεν, ἐν πολλῇ χαρᾷ χαίροντες διηκόνουν προθύμως, ὡς γέγραπται, ὡσανεὶ οὐκ ἔτι ἐπ' ἐλπίδι τινί, ἀλλ' αὐταῖς ὄψεσι θεασάμενοι τὴν νίκην τοῦ δευτέρου Ἀδάμ, προθύμως μετὰ χαρᾶς προσελθόντες διηκόνουν αὐτῷ. 2.91 Ἡ δὲ τῶν ἐναντίων πληθὺς ἀντιστρόφως νῦν ἐπένθει καὶ ὠδύρετο, αἰσχυνομένη ἐπὶ τῇ νίκῃ τοῦ δευτέρου Ἀδάμ. Ὅθεν μὴ δυνηθεὶς ὁ αὐτῆς πρωτοστάτης τοῦτον καταβαλεῖν, ἐπιβουλεύειν ἤρξατο διὰ τῶν Ἰουδαίων, καὶ δὴ τὴν πληθὺν αὐτῶν διεγείρας καὶ σταυρώσας καὶ θανατώσας ἐδόκει τούτου ἀπαλλάττεσθαι. Μετ' οὐ πολὺ δὲ τῆς ἀναστάσεως γενομένης, θαυμαστῆς τε καὶ ἐνδόξου καὶ παραδόξου καὶ δυνατῆς, μηκέτι θάνατον ὑποδεχόμενος ἢ ἕτερόν τι καθ' ὅλου πάθος, ἀλλὰ σὺν τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ τὴν ἀτρεπτότητα τῆς ψυχῆς κομισάμενος καὶ πάλιν εἰς οὐρανὸν ἀναφερόμενος καὶ διὰ τῆς νεφέλης ἐποχούμενος καὶ ὡς ἐν θριάμβῳ νικηφόρος ἀναφερόμενος ἔσωθεν τοῦ στερεώματος εἰσῆλθε, πρῶτος πάντων ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν. 2.92 Καὶ οἱ μὲν ἄγγελοι λευχειμονοῦντες συνηυφραίνοντο τοῖς ἀνθρώποις, εὐαγγελιζόμενοι τοὺς μαθητὰς καὶ τὰς γυναῖκας. Οἱ δὲ ἐναντίοι θεώμενοι ἑαυτῶν τε καὶ πάσης τῆς κτίσεως ἀνωτέραν γενομένην τὴν ἀνθρωπείαν φύσιν, ἥν ποτε μὲν ὑπεσκέλισαν, νυνὶ δὲ καταβληθέντες ὑπ' αὐτῆς, ἐννεοὶ μεμενηκότες καὶ ἀχανεῖς τελείως κατῃσχύνοντο. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἐβόα τοῖς μαθηταῖς· "Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον", καὶ πάλιν· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ", ἵνα εἴπῃ· Πάλαι μὲν ἁμαρτήσαντος τοῦ ἀνθρώπου, ἡνίκα ὁ ὄφις ἐν παραδείσῳ συνέβαλε πρὸς αὐτόν, ἐρρέθη αὐτῷ· "Τηρήσει σου πτέρναν καὶ σὺ αὐτοῦ κεφαλήν", ὡσανεί· Ἔχθραν διαιρέσεως πρὸς ἀλλήλους ἔβαλε, τοῦ μὴ πείθεσθαι αὐτῷ τὸν ἄνθρωπον. 2.93 Καὶ ἦν ἡ πάλη τότε ἴση, ἀλλήλους δυναμένων βλάψαι, ὅτι ὁ μὲν ὄφις ἐπιτηρῶν τὴν πτέρναν τοῦ ἀνθρώπου, ὡσανεὶ τὴν ὁδὸν αὐτοῦ, εἰ εὕροι αὐτὸν ἔξω τῆς ὁδοῦ, βλάψαι αὐτὸν ὡς ἕρπων περὶ τὴν πτέρναν ἠδύνατο, ὁ δὲ ἄνθρωπος, ὡς ὄρθιον σχῆμα ἔχων, προσέχων ἑαυτῷ καὶ μὴ πλανώμενος τὴν ὁδόν, τὴν κεφαλὴν τοῦ ὄφεως ἠδύνατο θλᾶσαι. Νυνὶ δὲ νικήσαντός μου τὸν ὄφιν καὶ καταισχύναντος εἰς τέλος, καὶ ὑπὲρ παντὸς τοῦ γένους ἀδίκως δι' αὐτοῦ τὸν θάνατον ὑπομείνας, καὶ ἐν τῷ σταυρῷ τὸ χειρόγραφον προσηλώσας καὶ ἐξαλείψας, ἀνέστην τριήμερος τὴν νίκην ἔχων κατὰ τοῦ θανάτου καὶ πάσῃ τῇ ἀνθρωπείᾳ φύσει πρόξενος τῆς νίκης γεγένημαι, δι' ἐμοῦ εἰς πᾶσαν τὴν ἀνθρωπότητα τῆς νίκης διαδραμούσης. Θαρσεῖτε οὖν. "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Οὐκέτι, φησίν, οὐδὲ τὴν πτέρναν ὑμῶν δύναται βλάψαι, ὑποκάτω τῶν ποδῶν ὑμῶν καταπατούμενος. 2.94 Ὥσπερ οὖν ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἡμαρτηκὼς ὁ Ἀδάμ, γευσάμενος περὶ μεσημβρίαν τοῦ ξύλου, ἐξεβλήθη τὸ δειλινόν, οὕτως καὶ τῇ ἕκτῃ ἡμέρᾳ, ὥρᾳ ἕκτῃ, τὸν σωτήριον σταυρὸν ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα ὑπὲρ αὐτοῦ ὑπέμεινε. Καὶ ὥσπερ ἀπὸ τῆς παραβάσεως ἕως τῆς ἐκβολῆς τοῦ παραδείσου πάντες οἱ ἄγγελοι ἠθύμουν σφόδρα, μηδὲν ἐλπίζοντες ἕτερον ἢ διάλυσιν τοῦ ἀνθρώπου καὶ ἑαυτῶν καὶ τοῦ παντός, οὕτως καὶ ἐπὶ τοῦ πάθους ἀπὸ ὥρας ἕκτης ἕως ἐννάτης ἡ κτίσις πᾶσα ἐμελανειμόνει, τῷ σκότῳ περιβεβλημένη ἐπὶ τῷ γενομένῳ ἀδίκῳ. 2.95 Καὶ ὥσπερ ἐννάτην ὥραν οἱ δύο ἐξεβλήθησαν τοῦ παραδείσου, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, οὕτως καὶ ὥραν ἐννάτην ὁ ∆εσπότης Χριστὸς κατὰ τὴν ψυχὴν καὶ ὁ λῃστὴς εἰσέβησαν ἐν τῷ παραδείσῳ. Ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ, ἐν ᾗ ἐπλάσθη ὁ Ἀδάμ, λέγω δὴ τῇ ἕκτῃ, γέγονε καὶ ἡ παράβασις καὶ ἡ λύπη τῶν ἀγγέλων καὶ ἡ ἀπόφασις τοῦ θανάτου καὶ ἡ ἐκβολὴ τοῦ παραδείσου. Οὕτως καὶ εἰς τὸ πάθος ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐγένετο διὰ ξύλου σταυροῦ ὁ σωτήριος θάνατος καὶ τὸ πένθος τῆς κτίσεως, καὶ τὸ δειλινὸν ἡ ἀπόθεσις τοῦ πένθους καὶ ἡ εἰσβολὴ τοῦ παραδείσου. "Ἀμὴν γὰρ λέγω σοι", φησὶν ὁ Σωτὴρ τῶ λῃστῇ, "σήμερον μετ' ἐμοῦ εἶ ἐν τῷ παραδείσῳ". Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τὸ κείμενον