1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

26

2.96 Ὅθεν οὐκ ἐπαύσαντο τῆς διακονίας, ἧς ἐποίουν διὰ τοὺς ἀνθρώπους οἱ ἄγγελοι τοὺς φθαρτοὺς καὶ θνητούς· τοῦτο γὰρ λέγει· "Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα", ὡσανεί· Ματαίως πονεῖν καὶ διακονεῖν οὐκ ἐβούλοντο· πλήν, φησί, "διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι". Ποίᾳ ἐλπίδι; Εὖ δῆλον ὅτι ὁρῶντες μετὰ τὴν παράβασιν τὸν Θεὸν μὴ πρὸς τὴν ἀπειλὴν τῆς ἀποφάσεως ποιήσαντα, ἀλλὰ φιλανθρωπευσάμενον καὶ ἐπιμελούμενον τοῦ ἀνθρώπου καὶ χιτῶνας αὐτῷ κατασκευάζοντα, οὗτοι χρηστοτέρας ἐλπίδας ἐδέχοντο περὶ τοῦ ἀνθρώπου, ὥστε μὴ ἀπειπεῖν, ἀλλὰ διακονεῖν ὑπὲρ αὐτοῦ. Λοιπὸν πάλιν φησὶν ὅτι "καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ", ὡσανεί· Ἐλευθερωθήσονται καὶ αὐτοὶ οἱ ἄγγελοι καὶ μετ' αὐτῶν πᾶσα ἡ κτίσις, ὅταν οἱ ἄνθρωποι ἐλευθερῶνται τῆς φθορᾶς καὶ δοξάζωνται ἀθάνατοι καὶ υἱοὶ Θεοῦ καθιστάμενοι ἐν τῇ συντελείᾳ τοῦ κόσμου, ὅταν τὸ σχῆμα τοῦ κόσμου τούτου παράγῃ καὶ ἡ ἀνάστασις τῶν νεκρῶν γίνηται καὶ ἡ τροπὴ ταύτης τῆς καταστάσεως. 2.97 Τῶν γὰρ ἄστρων πιπτόντων κατὰ τὴν θείαν Γραφὴν καὶ δρόμου καὶ νυκτὸς καὶ ἡμέρας παυομένου, καὶ ἐλευθερουμένων τῶν ἀγγέλων τῶν ταῦτα κινούντων διὰ τὸ τοὺς ἀνθρώπους ἔξω τῆς φθορᾶς γίνεσθαι καὶ τούτων ὅλων μὴ χρῄζειν, τί φήσαιεν οἱ καινοὶ νομοθέται, οἱ σφαιρικὸν εἶναι νομίζοντες τὸν οὐρανὸν καὶ κινεῖσθαι καὶ κινεῖν τὰ ἄστρα λέγοντες; Εἰς τί χρήσιμον, εἰπάτωσαν ἡμῖν, τότε ὁ οὐρανὸς περιστραφήσεται, οἵ τε χριστιανοὺς ἑαυτοὺς ὁρίζοντες; Ἀλλ' ἄπαγε τῶν ματαιοπόνων καὶ τῶν ἀβεβαίων. 2.98 Ἔτι γὰρ βοᾷ ὁ Ἀπόστολος ὅτι· "Πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν", διὰ τούτου πάλιν δηλώσας πᾶσαν μὲν τὴν κτίσιν, ἐξαιρέτως δὲ αὐτοὺς τοὺς ἀγγέλους, βαρυνομένην ἐν τῷδε τῷ βίῳ, τῇ φθορᾷ δουλευόντων καὶ τῇ τροπῇ. Τρεπτοὶ γὰρ ὄντες καὶ αὐτοὶ κάμνουσιν ἀεὶ τῇ τροπῇ, ἀναλογιζόμενοι καὶ ἐλπίζοντες τὴν ἐλευθερίαν καὶ ἐπιθυμοῦντες ταύτης τυχεῖν, ἧσπερ καὶ τυγχάνουσιν, ὡς εἴρηται, ὅταν οἱ ἄνθρωποι ἐκ νεκρῶν ἀναστῶσιν. 2.99 Οὐκ ἂν γάρ τινες ἐξ αὐτῶν παρέβησαν, εἰ μὴ τοῦτον τὸν νόμον εἰλήφεισαν παρὰ τοῦ Θεοῦ· ὅθεν οἱ παραβάντες ἐπὶ τὴν γῆν ἐκ τοῦ ὕψους κατερρίφησαν. "Ἐθεώρουν" γάρ, φησὶν ὁ Κύριος, "τὸν Σατανᾶν ἐκ τοῦ οὐρανοῦ πεσόντα ὡς ἀστραπήν". Εἰ γὰρ μὴ ἔλαβον καὶ αὐτοὶ νόμον, τί δεῖ ποιεῖν καὶ τί μὴ ποιεῖν, οὐκ ἂν ὑπὸ ἁμαρτίαν ἔπιπτον. Χωρὶς γὰρ νόμου ἀδύνατον παραβῆναι, ὥς φησιν ὁ Ἀπόστολος· "Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις", καί· "Χωρὶς νόμου ἁμαρτία νεκρά", ὥστε κατὰ πάντα τρόπον καὶ αὐτοὶ δέονται τυχεῖν τῆς ἐλευθερίας τοῦ νόμου καὶ τῆς τροπῆς· ἡ δὲ παρουσία τοῦ ∆εσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ ταύτης αἰτία γέγονε καὶ ἔτι γενήσεται. "Ἀνακεφαλαιώσασθαι γὰρ τὰ πάντα ἐν τῷ Χριστῷ", φησὶν ἡ θεία Γραφή, "τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς", καί· "Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά." 2.100 Τῆς οὖν ἐλπίδος ταύτης προκειμένης τοῖς χριστιανοῖς, ὥστε καὶ ἀγγέλους καὶ ἀνθρώπους καὶ πᾶσαν τὴν κτίσιν ἀνακαινίζεσθαι εἰς κρείττονα καὶ μακαρίαν κατάστασιν, τίς οὕτω βάσκανος καὶ ἀντίθεος ταύτην καταλιπεῖν καὶ τῇ καινῇ καὶ ἀπατηλῇ τῶν ἔξωθεν ἐπιστηρίζεσθαι ματαιότητι; Ἀκούσεται γὰρ παρὰ τοῦ Κριτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· "Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Ἀποχωρεῖτε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν." Ἀνομία γὰρ ὄντως μεγάλη τὸ ἀθετεῖν τὰ λόγια τοῦ Θεοῦ καὶ ἄντικρυς αὐτῶν τὸ σφαιρικὸν σχῆμα τῷ οὐρανῷ δωρεῖσθαι. Οἱ τοιοῦτοι γὰρ οὐ δύνανται προσδέχεσθαι "τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν", οὔτε βούλονται ἀκοῦσαι μετὰ πιστῶν ἐξ ὕψους προσκαλουμένου τοῦ ∆εσπότου Χριστοῦ· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου", ἀλλ' ἀεὶ κατὰ τὴν αὐτῶν ὑποθήκην πλανώμενοι ἀστάτῳ φορᾷ περιφέρονται σὺν τῇ ἑαυτῶν σφαίρᾳ, παῦλαν τούτων μὴ ἐλπίζοντες. Παραγραφή