1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

32

ἐπὶ ἑτέραις ἓξ ἡμέραις δεικνύων δι' ὀπτασιῶν αὐτὴν ἐκείνην τὴν κοσμοποιΐαν, κατὰ πρόσωπον ἐργαζόμενος τὸ καθ' ἡμέραν, οἷον ἐν τῇ πρώτῃ ἡμέρᾳ οὐρανὸν τὸν πρῶτον καὶ γῆν, οἶκον παμμεγέθη, καὶ ἔσωθεν αὐτοῦ ὕδωρ, ἀέρα, πῦρ τὸ ἀναμεμιγμένον ἐν τῇ γῇ, σκότος, ἀγγέλους, ὑφ' ἓν ἀθρόως ἐκ τοῦ μηδαμῆ μηδαμῶς ὄντος πάντα παραγαγών. Τότε φωνῇ χρησάμενος πρὸς παιδείαν τῶν ἀγγέλων παράγει καὶ τὸ φῶς εἰς αὐτὸν τὸν οἶκον, φωτίσας πάντα ὡς ἐπὶ λύχνου. 3.14 Εἶτα τῇ δευτέρᾳ ἡμέρᾳ ἐκ τοῦ ὕδατος κατασκευάζει τὸ στερέωμα, ὃ συνδεῖ καταμέσοθεν τοῦ ὕψους τοῦ οὐρανοῦ, μερίζον τὰ ὕδατα ἄνωθεν καὶ κάτωθεν μεσολαβοῦν. Γίνονται οὖν χῶροι δύο ὡσανεὶ ἀνάγαιον καὶ κατάγαιον, ὧν τὸ μὲν κατάγαιον ἥρμοσεν εἰς δίαιταν εἶναι τῷ θνητῷ καὶ τρεπτῷ βίῳ τούτῳ, τὸ δὲ ἀνάγαιον τῷ μέλλοντι ἀθανάτῳ καὶ ἀτρέπτῳ βίῳ προητοίμασεν. Παραγραφή 3.15 Μετὰ τὸ γενέσθαι παρὰ Θεοῦ τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα τὸ μεσάσαν τὸν ἕνα χῶρον καὶ ποιῆσαν αὐτὸν δύο χώρους, οὐδὲν ἔτι περὶ τῆς μελλούσης καταστάσεως, τουτέστι τοῦ ἀνωτέρου χώρου, ὁ μέγας Μωϋσῆς ἐξηγήσατο, ἀλλὰ πάντα τὸν λόγον ἔτρεψε περὶ ταύτην τὴν κατάστασιν, τουτέστι τὸν κατώτερον χῶρον, λέγων ὡς συνήγαγε τὰ ὕδατα καὶ ἐξήγαγεν ἐκ τῆς γῆς τὰ χλωρὰ καὶ τὰ ξύλα, ὁμοίως τὸν οὐρανὸν ἄστροις κατεκόσμησε καὶ πάλιν ἐκ τῶν ὑδάτων ἐξήγαγε τὰ πτηνὰ καὶ τὰ ἔνυδρα ζῷα, ὁμοίως πάλιν ἐκ τῆς γῆς ζῷα ἔμψυχα ἄλογα καὶ τὸν ἄνθρωπον. 3.16 Εἶτα πάλιν κελευσθεὶς τὴν σκηνὴν ποιῆσαι κατὰ μίμησιν τοῦ κόσμου, τὴν μίαν σκηνὴν διελὼν διὰ τοῦ καταπετάσματος εἰς δύο πεποίηκεν, ἐσωτέραν καὶ ἐξωτέραν· καὶ εἰς μὲν τὴν ἐξωτέραν διαπαντὸς οἱ ἱερεῖς τὰς λατρείας ἐπετέλουν, ὡσανεὶ ἐν τῷ κόσμῳ τούτῳ, εἰς δὲ τὴν ἐσωτέραν, εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐκ εἰσήρχετο, ὡσανεὶ ἐν τῷ ἀνωτέρῳ χώρῳ ἐν τοῖς οὐρανοῖς· διὰ τοῦτο καὶ ἄβατος αὐτοῖς ἦν διαπαντὸς ἡ ἐσωτέρα σκηνή, ὡς τύπον ἐπέχουσα τῶν οὐρανίων. 3.17 Νόμους δὲ καὶ βάρη καὶ κολαστήρια καὶ παιδείας τοῖς παραβαίνουσιν ἐξηγησάμενος, καταλλήλως ὁ Θεὸς ὧν ἐπιστεύθη ἐξηγήσασθαι, εἰς παιδείαν συντείνοντα, παρασκευάσας καὶ θαυματουργεῖν, οἱονεὶ τοὺς Αἰγυπτίους διαφόροις πληγαῖς καὶ τιμωρίαις περιβαλών, ὁμοίως καὶ ὅσα πεποίηκεν ἐν τῇ ἐρήμῳ ἐπὶ ταῖς ἁμαρτίαις καὶ παραβάσεσι τῶν Ἰσραηλιτῶν, ὡς πάντας ἀπώλεσε τοὺς τῆς γενεᾶς ἐκείνης, μὴ καταλείψας ἐξ αὐτῶν εἰ μὴ δύο καὶ μόνους, τέλος ἐσχηκὼς καὶ αὐτὸς σὺν τῇ γενεᾷ ἐκείνῃ. 3.18 Τοῦ δὲ ∆εσπότου Χριστοῦ παραγενομένου ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου παῦσαι μὲν τὴν παροῦσαν κατάστασιν, ἀναδεῖξαι δὲ τὴν μέλλουσαν, καὶ διαρρήδην αὐτοῦ κηρύττοντος ἠγγικέναι τὴν βασιλείαν τῶν οὐρανῶν καταλλήλως τῷ κηρύγματι καὶ τὰ θαύματα πεποίηκεν ἐπὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων, μήτε ἓν τὸ σύνολον ἐπὶ τιμωρίᾳ ἀνθρώπου πεποιηκώς, δαιμονῶντας ἐλευθερῶν, νοσοῦντας ἰώμενος, παρειμένους ῥωννύς, χωλοὺς ἀνορθῶν, τυφλῶν ἀναπλάττων ὀφθαλμούς, κωφῶν διανοίγων ἀκοάς, μογιλάλων ἀπολύων τὰς γλώσσας, λεπροὺς καθαίρων, ξηροὺς εἰς εὔκρατον μεταβάλλων βίον, πηγὰς αἱμορραγεῖς τῶν ἀνθρώπων ἀποφράττων δυνάμει, νεκροὺς διαφθαρέντας καὶ ὄζοντας ἀναχαλκεύων καὶ ζῶντας δρόμον ἐκτελεῖν παρασκευάζων, ἀσύλους θησαυροὺς πτωχοῖς εὐαγγελιζόμενος, πνευμάτων βίας καὶ θαλάττης θυμὸν ἐπιτιμήσει καταπαύων, καὶ τἄλλα πάντα ἅπερ ἁρμόδια τυγχάνει τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ τῆς μελλούσης καταστάσεως. Ἐν αὐτῇ γὰρ τῇ καταστάσει δαίμων οὐκ ἐνοχλεῖ, ἀσθένεια οὐ πάρεστι, μαλακία φυγαδεύεται, μελῶν βλάβη καὶ ἀκρασία καὶ ἔνδεια, καὶ αἱμάτων πηγαὶ καὶ στοιχείων κινήσεις, καὶ ἔσχατος ἐχθρὸς ὁ θάνατος ἀναιρεῖται. 3.19 Ταῦτα πάντα θεωρούντων τῶν Ἰουδαίων, ἐπειδὴ οὔτε ἓν σημεῖον εἶδον αὐτὸν πεποιηκότα ἐπὶ τιμωρίᾳ ἀνθρώπων, εἰ μὴ δύο μόνον, οὐκ ἐπὶ ἄνθρωπον δέ, ἀλλ' ἐπὶ τοὺς χοίρους καὶ τὴν συκῆν, εἰς ἄλογα καὶ ἄψυχον, πρὸς ἔνδειξιν καὶ αὐτὰ γενόμενα τῆς αὐτοῦ δυνάμεως, ἐπεχείρουν ἐγκαλεῖν αὐτῷ λέγοντες· "Θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν", τουτέστιν ὅμοιον Μωϋσέως ἐπὶ