1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

35

παρήγαγε, μίαν μὲν τὴν πρώτην, τὸ φῶς, καὶ τὴν ἑτέραν, τὴν ἡμετέραν ψυχήν, τὴν μίαν ὁρατὴν καὶ αἰσθητὴν καὶ ἄλογον, καὶ τὴν ἄλλην ἀόρατον καὶ νοερὰν καὶ λογικήν. Τὰ δὲ ἄλλα πάντα ἐκ τῶν ὄντων παρήγαγε, διὰ τούτου πάλιν διδάξαι αὐτοὺς προθέμενος ὡς αὐτὸς εἴη πάντων τῶν κτισμάτων ἀλόγων τε καὶ λογικῶν, αἰσθητῶν καὶ νοητῶν, ὁρατῶν καὶ ἀοράτων ποιητής, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παραγαγών. 3.31 Οὐκ ἀπεικὸς ἦν αὐτοὺς πάλιν ἐν τῷ νυχθημέρῳ ὡς λογικοὺς διαλογίζεσθαι, εἰ ὁ τοῦτο τὸ φῶς παραγαγὼν ἆρα καὶ τὸν οὐρανὸν παρήγαγε. Φωνῇ πάλιν χρησάμενος ποιεῖ τὸν δεύτερον οὐρανὸν ἐπ' ὄψεσιν αὐτῶν, πήξας ἐκ τῶν ὑδάτων καθ' ὁμοιότητα τῷ εἴδει τοῦ πρώτου οὐρανοῦ. Καὶ πάλιν διὰ τούτου ἐδιδάσκοντο ὡς αὐτός ἐστιν ὁ τούτου καὶ τοῦ προτέρου οὐρανοῦ ποιητής. Καὶ τελειοῖ τὰ τῆς δευτέρας ἡμέρας. Εἶτα πάλιν διαλογιζομένων αὐτῶν καὶ περὶ τῆς γῆς σκοπούντων, ὁμοίως συνάξας τὸ ὕδωρ φανεροῖ αὐτήν, γῆν τὴν ξηρὰν ὀνομάσας, ὡς δεσπότης ὄνομα αὐτῇ τεθεικώς, ὥσπερ καὶ τὸ στερέωμα ἐκάλεσεν οὐρανόν. Εἶτα ἐξάγει ἐκ τῆς γῆς σπέρματα καὶ βοτάνας καὶ πᾶν χλωρὸν καὶ ξύλα, διδάσκων ὡς ἰδίοις κτίσμασι κέχρηται, ἑκάστῳ πρὸς ὃ βούλεται. 3.32 Εἶτα, ἐπειδὴ τῇ τρίτῃ ἡμέρᾳ ἐξήγαγε τὰ φυτὰ καὶ τὰ σπέρματα, τῇ ἐφεξῆς λοιπόν, λέγω δὴ τῇ τετάρτῃ ἡμέρᾳ, ὡς χρῃζόντων τῶν τοιούτων κράσεως καὶ τάξεως, ποιεῖ ἐκ τοῦ φωτός, οὗ πρώην παρήγαγε, τοὺς φωστῆρας καὶ τὰ ἄστρα, καὶ θεὶς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ τὴν πληθὺν τῶν ἀοράτων ∆υνάμεων κινεῖν αὐτὰ κατὰ τάξιν λογικῶς ἐκέλευσεν, ἅμα καὶ τὸν ἀέρα, καὶ ἀνατέλλειν αὐτὰ καὶ δύνειν καὶ περιφέρειν πρὸς εὐκρασίαν τῶν φυτῶν καὶ πάντων τῶν μελλόντων κεχρῆσθαι αὐτοῖς, ἵνα δυνόντων μὲν αὐτῶν τῇ ψύξει καὶ κινήσει τοῦ ἀέρος ψύχωνται, τῇ δὲ παρουσίᾳ τῶν φωστήρων θέρμης ἀπολαύωσιν. 3.33 Τινὲς οὖν ἐκ τῶν ἀοράτων ∆υνάμεων ἀμφίβολοι τῇ γνώμῃ ἐξ ἀρχῆς ἕως τοῦ νῦν μεμενηκότες, καὶ ἀγνώμονες περὶ τὸν πεποιηκότα ἐπὶ τῇ πεπιστευμένῃ αὐτοῖς παρὰ τοῦ Θεοῦ τάξει ἀμνημόνως προελθόντες, τῇ τῆς φύσεως ὀξύτητι καὶ τῇ προσούσῃ δυνάμει καὶ λόγῳ φυσώμενοι τὴν προερχομένην φωνήν τε καὶ πρόσταξιν τοῦ Θεοῦ εἰς οὐδὲν λογιζόμενοι, ἀλλὰ περιφρονοῦντες, οὔτε μὴν συνιέντες ὡς ἅμα τῷ σκότῳ ὡς κτίσματα παρήχθησαν, ἐτόλμησαν τῇ παραφροσύνῃ ὀγκούμενοι ὑποπτεῦσαι ἑαυτοὺς εἰς τοῦτο αὐτομάτως προελθεῖν, λέγω δὴ ὁ διάβολος ὁ τὴν ἐξουσίαν τοῦ ἀέρος πιστευθεὶς καὶ ἕτεροι σὺν αὐτῷ ἕτερα πεπιστευμένοι, καὶ τὴν ὀφειλομένην τῷ Θεῷ τιμήν τε καὶ προσκύνησιν εἰς ἑαυτοὺς ἁρπάσαντες καὶ τυφωθέντες καὶ ἀνυπότακτοι γεγονότες ταχέως, ἵνα μὴ καὶ ἑτέρους βλάψωσιν, ἐκ τοῦ ὕψους καὶ τῆς ἀξίας κατερρίφησαν περὶ τὴν γῆν. Ὅθεν καὶ τῇ ἕκτῃ ἡμέρᾳ, μετὰ τὸ διαπλασθῆναι τὸν ἄνθρωπον, περὶ τὴν γῆν εὑρεθεὶς καὶ φθονήσας τῇ τοσαύτῃ ἐπιμελείᾳ τοῦ Θεοῦ τῇ πρὸς τὸν ἄνθρωπον ἠβουλήθη περὶ τὴν ἰδίαν νόσον συγκατασπᾶσαι τὸν ἄνθρωπον. Τὸ κείμενον 3.34 Πάλιν τῇ πέμπτῃ ἐκ τῶν ὑδάτων κελεύει ἔμψυχα ζῷα διάφορα ἀναδίδοσθαι κατὰ γένος, ἔνυδρα κήτη τε καὶ τὰ λοιπά, ἅμα καὶ πτηνὰ πάντα ἀεροπόρα· εἶτα πάλιν τῇ ἕκτῃ ἐκ τῆς γῆς τὰ κτήνη πάντα καὶ τὰ θηρία καὶ ἑρπετὰ κατὰ γένος. Καὶ μετὰ τὸ κατασκευάσαι πάντα τὸν οἶκον, πληρέστατόν τε καὶ εὐάρμοστον, τότε ὡς ἐπὶ βασιλέως κτίσαντος πόλιν καὶ πληρώσαντος, τὴν ἰδίαν εἰκόνα τίθησι χρώσας καὶ καλλωπίσας ἐκ διαφόρων χρωμάτων, οὕτως καὶ ὁ πάνσοφος Θεός, ὥσπερ συνάξας τὰ διάφορα καὶ ποικίλα ἑαυτοῦ ποιήματα, λογικά τε καὶ ἄλογα, θνητὰ καὶ ἀθάνατα, φθαρτὰ καὶ ἄφθαρτα, αἰσθητά τε καὶ νοητά, ἀποτελεῖ καὶ κατασκευάζει ἓν ζῷον ἐξ ἁπασῶν συνεστηκὸς τῶν φύσεων, λέγω δὴ τὸν ἄνθρωπον, καὶ τίθησιν ἐν τῷ ἡτοιμασμένῳ οἴκῳ ὡς ἐν τάξει ἰδίας εἰκόνος γνωριζούσης ἕνα τινὰ εἶναι τὸν τοῦ παντὸς δημιουργόν. 3.35 Ὅθεν θαυμάσαντες ἐπὶ τῇ εἰκόνι οἱ ἄγγελοι εὐνοοῦντες τῷ Θεῷ περιέπουσι καὶ λειτουργοῦσι τῇ αὐτοῦ εἰκόνι, ὁμοίως καὶ πᾶσα ἡ κτίσις, ἥλιος ἄνωθεν φαίνων καὶ ἡμέραν ἀποτελῶν διὰ τὸν ἄνθρωπον, σελήνη καὶ ἀστέρες τὸ βαθύτατον σκότος ἐκ