36
μέρους καταλάμποντες δρόμον νυκτὸς ἀποτελοῦσι διὰ τὸν ἄνθρωπον, πάντες δὲ μῆνας καὶ καιροὺς καὶ τροπὰς καὶ ἐνιαυτούς, καὶ εἰς σημεῖα τοῖς τὰ θαλάττια πελάγη διαπεροῦσι καὶ τοῖς κατὰ τὴν ἔρημον ὁδοιποροῦσι δημιουργηθέντες ἀνθρώποις, ἀὴρ δὲ εἰς ἀναπνοὴν καὶ εἰς ἀνάψυξιν καὶ εὐκρασίαν τῇ εἰκόνι δουλεύων, πῦρ πάλιν εἰς ἀρτοποιεῖν καὶ εἰς θέρμην καὶ εἰς φῶτα νυκτὸς καὶ εἰς ἕψησιν καὶ εἰς διαφόρους χρείας ὑπουργόν, ὕδωρ εἰς πιεῖν, εἰς πλύνειν, εἰς ζύμην, εἰς ποτίζειν καὶ εἰς ἄλλας πολλὰς χρείας δουλεῦον, γῆ εἰς κατοικίαν καὶ εἰς ἀνάδοσιν παντοδαπῶν καρπῶν καὶ ἀκάρπων ξύλων καὶ εἰς ἑτέρας πολλὰς χρείας λειτουργοῦσα, τετράποδα καθαρὰ εἰς ἀπόλαυσιν καὶ εἰς ἐνδύματα, κτήνη πρὸς ὑπουργίαν καὶ ἀνάπαυσιν, θηρία εἰς τέρψιν καὶ εἰς φόβον, ἑρπετὰ ὁμοίως, πάντα δουλεύοντα πρὸς γυμνασίαν τοῦ λογικοῦ καὶ τὸ χρήσιμον παρέχοντα διὰ τὸν ἄνθρωπον τὸν σύνδεσμον φιλίας ὄντα πάσης τῆς κτίσεως, τὸν χαμαὶ βαδίζοντα καὶ τῷ νῷ ἱπτάμενον καὶ περισκοποῦντα τὸ πᾶν, τὸν ὄρθιον τῷ σχήματι καὶ τὸν οὐρανὸν ὡς οἰκητήριον εὐχερῶς κατοπτεύοντα, τὸν βασιλέα πάντων τῶν κατὰ γῆν καὶ συμβασιλεύοντα τῷ ∆εσπότῃ Χριστῷ ἐν οὐρανοῖς καὶ συμπολίτην τῶν οὐρανίων γινόμενον, ᾧ πᾶσα κτίσις ὡς εἰκόνι Θεοῦ ἐξυπηρετεῖ ὑποτασσομένη τῷ Θεῷ καὶ εὔνοιαν τῷ κτίστῃ ἀποσῴζουσα. Παραγραφή 3.36 Πάλιν τῇ πέμπτῃ ἀναδιδομένων ἐκ τῶν ὑδάτων ἐμψύχων ζῴων, διδάσκονται καὶ τούτου τοῦ ὕδατος τοῦ ἅμα αὐτοῖς παραχθέντος ποιητὴν εἶναι τὸν Θεόν· ὁμοίως πάλιν ἐντελέστερον, καὶ ἐκ τῆς γῆς ζῴων ἐμψύχων ἀναδιδομένων τῇ ἕκτῃ ἡμέρᾳ, διδάσκονται τοῦ παντὸς εἶναι τὸν Θεὸν ποιητήν, ἐμψύχων τε καὶ ἀψύχων. Περιεσκόπουν τοίνυν πάλιν πάντες οἱ ἄγγελοι ὁρῶντες μὲν πάντα τὰ ποιήματα τοῦ Θεοῦ τὰ ἐν ταῖς ἓξ ἡμέραις ἐπ' ὄψεσιν αὐτῶν γεγονότα, καὶ διελογίζοντο ὡς πάντα μὲν διάφορα καὶ θαυμαστὰ καὶ μεγάλα καὶ ἐκπλήξεως ἄξια, ὅμοιον δὲ ἑαυτῶν, λογικόν τε καὶ ἀόρατον καὶ νοητὸν οὐχ ἑώρων ἐν αὐτοῖς. 3.37 Καὶ ἐνῆν αὐτοὺς ὑποπτεῦσαι, μὴ ἆρα ἕτερός τίς ἐστι τῶν λογικῶν καὶ ἀοράτων καὶ νοητῶν δημιουργὸς καὶ ἕτερος τῶν ἀλόγων καὶ αἰσθητῶν καὶ ὁρατῶν. Ταύτην αὐτῶν τὴν ὑπόνοιαν ἀφελεῖν βουλόμενος ὁ Θεὸς ὕστερον πάντων κατασκευάζει ἓν ζῷον ἐξ ἀπασῶν συνεστηκὸς τῶν φύσεων, λέγω δὴ τὸν ἄνθρωπον, ἔκ τε λογικοῦ καὶ ἀλόγου, αἰσθητοῦ καὶ νοητοῦ, ὁρατοῦ καὶ ἀοράτου, καὶ ἵστησιν ὡς ἐν τάξει εἰκόνος ἑαυτοῦ σημαινούσης ἕνα τινὰ εἶναι τὸν τοῦ παντὸς δημιουργόν. 3.38 Ὅθεν ὑπερθαυμάσαντες οἱ ἄγγελοι ἐδιδάχθησαν αὐταῖς ὄψεσι διὰ τοῦ ἀνθρώπου τὴν δόξαν καὶ τὴν δύναμιν καὶ τὴν μεγαλωσύνην καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, καὶ ὅτι πάντα τὰ στοιχεῖα καὶ τὰ μετ' αὐτοὺς γεγονότα διὰ τὸν ἄνθρωπον προητοίμασται. Προθύμως οὖν διηκόνουν ὡς ὑπήκοοι καὶ ἐλειτούργουν κινοῦντες πάντα τὰ πρὸς ὠφέλειαν τῆς εἰκόνος τοῦ Θεοῦ, ὡς μέλη αὐτῆς οἰκεῖα ὑπάρχοντες. Ὅθεν πάλιν ἐπὶ τῇ εὐπραγίᾳ καὶ δικαιοσύνῃ τῶν ἀνθρώπων μεγάλως χαίρονται, ἐπὶ δὲ τῇ δυσπραγίᾳ καὶ ἁμαρτίᾳ μεγάλως δυσφοροῦσιν, ὥς φησι καὶ αὐτὸς ὁ Κύριος "ὅτι μεγάλη χαρὰ ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι". 3.39 Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι ὥσπερ ἐπ' ὄψεσι τῶν ἀγγέλων πρῶτον ἐκ τοῦ μὴ ὄντος τὸ αἰσθητὸν καὶ ὁρατὸν καὶ ἄλογον φῶς παρήγαγε, καὶ ὕστερον τὸ λογικὸν καὶ νοητὸν καὶ ἀόρατον, οὕτως καὶ ἐπὶ τοῦ ἀνθρώπου πρῶτον τὸ σῶμα, κατὰ τὸν Μωϋσέα, κατεσκεύασε, καὶ οὕτως τὴν ψυχήν. 3.40 Ἐνῆν πάλιν τινὰς ὑποπτεύειν ὅτι, εἰ ἦν ἑτέρα ἡμέρα μετὰ τὰς ἓξ ἡμέρας, πάντως ἂν ἐποίησεν ὁ Θεὸς ἕτερά τινα, ἐπειδὴ δὲ οὐκ ἔστιν ἑτέρα ἡμέρα μετὰ τὰς ἕξ, ἀδυνάτως ἤνεγκεν ἕτερα παραγαγεῖν. Ταύτην αὐτῶν τὴν ὑπόνοιαν ἀναιρῶν ὁ Θεὸς ποιεῖ καὶ τὴν ἑβδόμην ἡμέραν περισσήν, μηδὲν ἐν αὐτῇ ἐργασάμενος, δηλῶν διὰ τούτου ὡς τέλειός ἐστιν ὁ κόσμος καὶ λείπει αὐτῷ πρὸς γένεσιν οὐδέν· εἰ γὰρ ἔλειπεν, ἀνεπλήρωσεν ἂν τῇ ἑβδόμῃ τὰ λείποντα· νυνὶ δὲ μηδὲν αὐτῷ λείποντος, κατέπαυσε τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ποιῆσαι. 3.41 Ἴσως πάλιν ἐρεῖ