1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

41

ἁρπαγὴν τὴν ἕως τρίτου οὐρανοῦ γενομένην, τουτέστι παρὰ τὸ τρίτον τοῦ διαστήματος τοῦ ὕψους τοῦ οὐρανοῦ, τοῦ ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος, καὶ πάλιν τὴν ἐν τῷ παραδείσῳ, ἔνθα καὶ τῶν ἀρρήτων ῥημάτων ἠξιώθη ἀκουστὴς γενέσθαι, ἅπερ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ἅπερ πάντα παράδοξα τυγχάνει καὶ τὴν ἡμετέραν φύσιν ἤτοι κατάστασιν ὑπερβαίνει. 3.62 Καὶ ταῦτα μὲν τοὺς τότε ἀνθρώπους γινόμενα παρεσκεύασαν πείθεσθαι καὶ περὶ τῶν προρρήσεων· ἡμᾶς δὲ αἱ ἐκβάσεις τῶν προφητειῶν παρασκευάζουσι πείθεσθαι περὶ τῶν σημείων καὶ περὶ πάντων ὧν ἐλάλησαν, οἷον γέγονε καὶ ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ· κατερχόμενος τότε ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν καὶ προσέχων τῇ Ἱερουσαλὴμ ἀπέναντι, ταλανίζων αὐτήν φησιν οὕτως· "Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τοὺς νεοσσοὺς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." 3.63 Εἶτα ἀποφηναμένου αὐτοῦ κατὰ τοῦ ναοῦ, οἱ μαθηταὶ ἐδάκνοντο ἔτι ἰουδαϊκώτερον διακείμενοι καί, φησὶ μετὰ ταῦτα, "κατελθόντες ἐκ τοῦ ὄρους ὑπέδειξαν αὐτῷ τὴν οἰκοδομὴν τοῦ ναοῦ", ἵνα δῆθεν εἰς οἶκτον αὐτὸν κινήσωσι καὶ τὴν φωνὴν τὴν κατὰ τοῦ ναοῦ ἀνακαλέσηται· ᾔδεσαν γὰρ καὶ ἐπίστευον πάντα τὰ προλαλούμενα παρ' αὐτοῦ γίνεσθαι. Ὁ δὲ γνοὺς πρὸς αὐτούς φησι· "Βλέπετε πάντα ταῦτα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται." Ἐκεῖνοι δὲ φοβηθέντες ἡσύχασαν, μηκέτι εἰπόντες τι περὶ τούτου. Ἔκτοτε οὖν ἐλθόντες οἱ Ῥωμαῖοι καὶ τὸν ναὸν καὶ τὴν πόλιν κατέσκαψαν καὶ ἔρημον παντελῶς εἰργάσαντο, ὥσπερ ἐκ συνθήματος ∆εσπότου τὸ προσταχθὲν ἐκπληρώσαντες· καὶ ὁρῶμεν αὐταῖς ὄψεσι μέχρι τοῦ νῦν, ἰδοὺ πλέον πεντακοσίων ἐτῶν ἐξότε ἔρημος γέγονε, μὴ δυνάμενος ἀνανεωθῆναι. 3.64 Ἔτι εἶπε τοῖς ἰδίοις μαθηταῖς· "Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον", καὶ πάλιν· "Πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας", καὶ πάλιν πᾶσαν τὴν οἰκουμένην τῆς αὐτοῦ πλησθήσεσθαι διδασκαλίας, ὥσπερ ζύμην "λαβοῦσα γυνὴ κρύψει εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ζυμωθῇ ὅλον" καὶ γένηται ἕν, καὶ πάλιν "κηρυχθήσεσθαι τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ", μεθ' οὗ καὶ γυναῖκα εὔνουν αὐτῷ συγκηρύττεσθαι. Καὶ ὁρῶμεν τὰς ἐκβάσεις πάντων γενομέναςδιωκόμενοι γάρ ποτε πάνυ οἱ χριστιανοὶ ἐξ Ἑλλήνων καὶ Ἰουδαίων νενικήκασι καὶ τοὺς διώκοντας εἰς ἑαυτοὺς εἵλκυσαν, ὁμοίως καὶ τὴν Ἐκκλησίαν ποτὲ μὴ καταβαλλομένην, ἀλλὰ πληθυνομένην, καὶ ὁμοίως πᾶσαν τὴν γῆν τῆς διδασκαλίας τοῦ ∆εσπότου Χριστοῦ πληρωθεῖσαν καὶ ἔτι πληρουμένην, καὶ τὸ Εὐαγγέλιον κηρυττόμενον ἐν ὅλῳ τῷ κόσμῳ· ὅπερ ἐν πλείοσι τόποις παρὼν εἶδον, καὶ μεμαθηκὼς ὡς ἐπὶ τῆς ἀληθείας ἀπαγγελῶ. 3.65 Ἐν Ταπροβάνῃ νήσῳ ἐν τῇ ἐσωτέρᾳ Ἰνδίᾳ, ἔνθα τὸ Ἰνδικὸν πέλαγός ἐστι, καὶ Ἐκκλησία χριστιανῶν ἐστιν ἐκεῖ καὶ κληρικοὶ καὶ πιστοί, οὐκ οἶδα δὲ εἰ καὶ περαιτέρω. Ὁμοίως καὶ εἰς τὴν λεγομένην Μαλέ, ἔνθα τὸ πέπερι γίνεται, καὶ ἐν τῇ Καλλιάνᾳ δὲ τῇ καλουμένῃ, καὶ ἐπίσκοπός ἐστιν ἀπὸ Περσίδος χειροτονούμενος. Ὁμοίως καὶ ἐν τῇ νήσῳ τῇ καλουμένῃ ∆ιοσκορίδους κατὰ τὸ αὐτὸ Ἰνδικὸν πέλαγος, ἔνθα καὶ οἱ παροικοῦντες ἑλληνιστὶ λαλοῦσι, πάροικοι τῶν Πτολεμαίων τῶν μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα ὑπάρχοντες, καὶ κληρικοί εἰσιν ἐκ Περσίδος χειροτονούμενοι καὶ πεμπόμενοι ἐν τοῖς αὐτόθι καὶ χριστιανοὶ πλῆθος· ἣν νῆσον παρέπλευσα μέν, οὐ κατῆλθον δὲ ἐν αὐτῇ· συνέτυχον δὲ ἀνδράσι τῶν ἐκεῖ ἑλληνιστὶ λαλοῦσιν, ἐλθοῦσιν ἐν τῇ Αἰθιοπίᾳ. Ὁμοίως δὲ καὶ ἐπὶ Βάκτροις καὶ Οὔννοις καὶ Πέρσαις καὶ λοιποῖς Ἰνδοῖς καὶ Περσαρμενίοις καὶ Μήδοις καὶ Ἐλαμίταις καὶ πάσῃ τῇ χώρᾳ Περσίδος καὶ ἐκκλησίαι ἄπειροι καὶ ἐπίσκοποι καὶ χριστιανοὶ λαοὶ πάμπολλοι καὶ μάρτυρες πολλοὶ καὶ μονάζοντες ἡσυχασταί. 3.66 Ὁμοίως δὲ καὶ ἐπὶ τὴν Αἰθιοπίαν, Ἀξώμην τε καὶ πᾶσαν τὴν περίχωρον, Ἄραβάς τε τοὺς Εὐδαίμονας, τοὺς νῦν καλουμένους Ὁμηρίτας, πᾶσαν Ἀραβίαν καὶ Παλαιστίνην, Φοινίκην τε καὶ πᾶσαν Συρίαν καὶ Ἀντιόχειαν μέχρι Μεσοποταμίας, Νοβάτας τε καὶ Γαραμάντας, Αἴγυπτον