42
καὶ Λιβύην καὶ Πεντάπολιν, Ἀφρικὴν καὶ Μαυριτανίαν ἕως Γαδείρων τὰ πρὸς νότον. Πανταχοῦ ἐκκλησίαι χριστιανῶν εἰσι καὶ ἐπίσκοποι, μάρτυρες, μονάζοντες ἡσυχασταὶ διαπαντὸς ὅπῃ ἐστὶ κηρυττόμενον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ὁμοίως πάλιν Κιλικίαν, Ἀσίαν, Καππαδοκίαν, Λαζικὴν καὶ Πόντον καὶ τὰ ὑπερβόρεια μέρη Σκυθῶν καὶ Ὑρκάνων, Ἑρούλλων, Βουλγάρων, Ἑλλαδικῶν τε καὶ Ἰλλυρίων, ∆αλμάτων, Γότθων, Σπανῶν, Ῥωμαίων, Φράγγων καὶ λοιπῶν ἐθνῶν μέχρι τῶν Γαδείρων τοῦ Ὠκεανοῦ κατὰ τὸ βόρειον μέρος, πιστευσάντων καὶ καταγγελλόντων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν ὁμολογούντων. Καὶ πληρουμένας ὁρῶμεν τὰς προρρήσεις εἰς πάντα τὸν κόσμον. 3.67 Ποῖος Σωκράτης ἢ Πυθαγόρας ἢ Πλάτων ἢ Ἀριστοτέλης ἢ ἕτερός τις τῶν διαπρεψάντων παρὰ τοῖς ἔξωθεν φιλοσόφων ἠξιώθη προειπεῖν ἢ κηρύξαι τι τοιοῦτον, ὠφέλιμον τῷ κόσμῳ, ἀνάστασιν νεκρῶν καὶ βασιλείαν ἀσάλευτον χαριζομένην τοῖς ἀνθρώποις; Εἰ μὴ μόνον ἐκ ψήφου καὶ κοσμικῆς μαθήσεως, ὡς εἴ γε καὶ αὐτὸ ἀληθεύσουσι, τὰς ἐκλείψεις τὰς ἡλιακὰς καὶ τὰς σεληνιακάς, ὅπερ κἂν ἀληθεύσωσι κηρύττοντες, οὐδὲν ἐκ τούτου τῷ κόσμῳ προσγενήσεται ὄφελος, ἢ μᾶλλον καὶ τῦφος, σιωπῶντες δὲ οὐδεμίαν βλάβην προστρῖψαι δυνήσονται. 3.68 Ποῖον γὰρ παιδίον παραλαβὸν τὴν ψῆφον ἀμοιρήσει τῆς διδαχῆς; Ἢ ποία γραῦς ἢ ἐν ἀγρῷ τις ἀνατεθραμμένος ἀμοιρήσει φυσικῶν τινων; Ἢ ποῖον ἔθνος ἢ βάρβαρος οὐκ ἐπίσταται τὰ τοιαῦτα, λέγω δὴ ἀστρονομίαν, γεωμετρίαν καὶ ἐπιστήμας διαφόρους, ἰατρικήν, τεκτονικήν, λαξευτικήν, ὑφαντικήν, χαλκευτικήν, γεωργικήν, καὶ ἑτέρας, ἃς οὔτε ἐνθυμεῖσθαι τοὺς Ἕλληνας δυνατόν; Ἢ ποῖον ἔθνος ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, ἄρκτου τε καὶ μεσημβρίας, πιστεῦσαν εἰς Χριστόν, οὐ προλέγει ἐκ μεθόδων καὶ διαφόρων ψήφων πολλῶν ἐτῶν πασχαλίας ἑορτάς; Καὶ πάντες προλέγοντες ἀληθεύουσιν, ἐν μιᾷ ἡμέρᾳ ἀπ' ἄκρων γῆς ἕως ἄκρων ἑορτάζοντες συμφώνως κατὰ τὰς διαφόρους ψήφους καὶ μεθόδους. 3.69 Σοφίσας γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον καὶ λόγου αὐτῷ μεταδοὺς ἐφευρίσκειν πεποίηκεν ὅσα δ' ἂν ὁ νοῦς ἐπιβαλεῖν δυνηθείη, ἢ καὶ ἀπὸ μαθήσεως παραλάβῃ. Τοιοῦτο γὰρ φύσει ζῷον λογικὸν ὁ ἄνθρωπος. Οἱ πρῶτοι γὰρ ἐπινοοῦντες ἄνθρωποι τέχνην, πολλὰ διασφαλλόμενοι, τῷ χρόνῳ καὶ τῇ πείρᾳ καὶ τῇ τριβῇ ἢ αὐτοὶ ἢ οἱ μετ' αὐτοὺς ὕστερον κατορθοῦσιν· ὁμοίως καὶ οἱ ἐξ αὐτῶν παραλαμβάνοντες ἀσφαλῶς τὸ παραδιδόμενον παραλαμβάνουσιν. 3.70 Τὰ δὲ θεῖα μαθήματα οὐχ οὕτως ἐξ ἐπινοίας ἀνθρωπίνης κατορθοῦται, ἀλλ' ἀσφαλῶς ἐκ πρώτης παρὰ τοῦ Θεοῦ διδόμενα, κἄν τε δόγματα, κἂν τέχναι, ἀσφαλῶς τις παραλαμβάνει, ὥσπερ καὶ πεποιήκασιν ἐν τῇ σκηνῇ τῇ ἐπὶ Μωϋσέως σοφισθέντες παρὰ τοῦ Θεοῦ, αὐτὸς καὶ Βεσελεὴλ ὁ τοῦ Οὐρίου, υἱοῦ Ὢρ τῆς φυλῆς Ἰούδα, καὶ ὁ Ἐλιὰβ ὁ Ἀχισαμαἐκ φυλῆς ∆ᾶν, καὶ πᾶσιν οἷς δέδωκε σύνεσιν καὶ πνεῦμα θεῖον ἐνέπλησε καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι, καὶ ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα ὅσα συνέταξε ποιῆσαι ὁ Θεὸς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ' αὐτῆς, καὶ τὴν διασκευὴν τῆς σκηνῆς καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ἀαρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὸ ἱερατεύειν τῷ Θεῷ, καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου, κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ποιεῖν. Ἀμέλει ἕως τῆς σήμερον ἡμέρας τὰς πλείστας τῶν τεχνῶν τούτων παρὰ Ἰουδαίοις ὡς ἐπὶ τὸ πλεῖστον εὑρήσεις. Παραγραφή 3.71 Τοῦ πρώτου ἀνθρώπου ἁμαρτήσαντος καὶ εἰς αἴσθησιν τοῦ πλημμελήματος ἐλθόντος καὶ παρὰ Θεοῦ συμφερόντως ἐλεγχόμενος, καὶ αἰσχύνην καὶ αἰδῶ κομισάμενος διελογίζετο λοιπὸν τὴν ἑαυτοῦ γύμνωσιν