1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

44

πρόδηλον ὅτι κατὰ μέρος αἱ τέχναι ἐφευρέθησαν διὰ τῆς σοφίας τῆς δεδομένης παρὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις; ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ τῷ Θεῷ τὸ πᾶν ἀνατιθεμένη βοᾷ· "Πᾶσα σοφία παρὰ Κυρίου." Ψεύδονται τοίνυν, ἤτοι μωραίνουσιν, οἱ ἀΐδιον τὸν κόσμον ὑποτιθέμενοι, ἐλεγχόμενοι ἐξ αὐτῶν τῶν πραγμάτων· ἀληθεύει δὲ μᾶλλον ἡ θεία Γραφὴ λέγουσα· "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν." 3.77 Ἡδέως ἂν πάλιν ἠρόμην τοὺς σοφούς· Πάσης χαλκευτικῆς τέχνης, σφύρας καὶ ἄκμονος καὶ λαβίδος προηγουμένων, τίς ὁ ταῦτα κατασκευάσας; Εἰπάτωσαν, μὴ φθονησάτωσαν ἡμῖν. Μὴ συνιέντες δὲ καταφυγεῖν πρὸς τὸν τῶν ὅλων ποιητὴν Θεόν, τὸν σοφίσαντα τὸ γένος τῶν ἀνθρώπων καὶ δόντα αὐτοῖς τὴν ἀρχὴν τῆς ἐπινοίας, ἀλλ' ἰδίαις ἐνθυμή σεσι θέλοντες ἀνασκευάζειν καὶ κατασκευάζειν τοὺς λόγους, ἀπορίᾳ πολιορκούμενοι καὶ τρικυμίαις λογισμῶν, ἀλαζονευόμενοι λοιπὸν ἀΐδιον τὸν κόσμον λέγουσι καὶ ἀρχὴν μὴ ἔχειν. 3.78 Τὰ τοιαῦτα γὰρ αὐτοῖς τῆς ἀπορίας ἐγένοντο τεκμήρια, οἷον πάσχουσι καὶ ἐπὶ τοῦ ἀνθρώπου καὶ ἐπὶ τῶν ὀρνιθίων, ὅτι ὁ μὲν ἐκ σπέρματος, τὰ δὲ ἐξ ᾠῶν; Καὶ εἰ τοῦτο ἀληθές, ἅμα τῷ Θεῷ ἄνθρωποι καὶ ὄρνιθες ἐκ σπέρματος καὶ ᾠοῦ ἦσαν, ἢ οὐκ ἦσαν; Καὶ εἰ μὲν ἦσαν, ἐξ ἀνάγκης εὑρεθήσεται τὸ σπέρμα καὶ τὰ ᾠὰ προϋπάρχοντα τοῦ τε Θεοῦ καὶ τῶν ἀνθρώπων καὶ τῶν ὀρνίθων· εἰ δὲ οὐκ ἦσαν, ὑποκύψωσι τῇ θείᾳ Γραφῇ διδασκόμενοι παρὰ μὲν Μωϋσέως· "Εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν", παρὰ δὲ τῷ Ἀποστόλῳ ἐν Ἀθήναις ἐν τῷ Ἀρείῳ πάγῳ· "Οὗτος ὁ Θεὸςὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ· οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος ἐποίησέ τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεόν, εἰ ἆρα γε ψηλαφήσειεν αὐτόν, εἰ εὕροιεν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν." 3.79 Ὡς προείρηται οὖν, οἱ υἱοὶ τοῦ Σήθ, τουτέστιν οἱ καλούμενοι υἱοὶ τοῦ Θεοῦ, παρὰ τὴν βουλὴν τοῦ Θεοῦ αὐτονόμως καὶ αὐθαιρέτως ὥρμησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, τουτέστι τὰς ἐκ τοῦ γένους τοῦ Κάϊν οὔσας, καὶ συνήφθησαν αὐταῖς πρὸς γάμον. Πρὸς ταῦτα ἀφορμῆς αὐτῶν δραξάμενος ὁ Θεὸς πεποίηκε πάλιν οἰκονομίαν· καὶ τοὺς μὲν ἁμαρτήσαντας κατακλυσμῷ διέφθειρε, διὰ δὲ τῆς κιβωτοῦ τὸν δίκαιον διασώσας ἐν τῇ γῇ ταύτῃ μετέστησε, κρείττονι ὑπαρχούσῃ καὶ σχεδὸν ἴσῃ τοῦ παραδείσου. Τὸ κείμενον 3.80 Θεῖα δὲ πάλιν δόγματα καὶ κατασκευὴν κόσμου ἢ προφητείαν ἀμήχανον εἰπεῖν, εἰ μὴ ἐκ θείας ἀποκαλύψεώς τις μάθῃ, ἢ ἐκ τῶν θεοφόρων ἀνδρῶν, αὐτῶν τῶν προφητῶν καὶ ἀποστόλων, καὶ πάσης τῆς θεοπνεύστου Γραφῆς παραλάβῃ· ἀμήχανον γὰρ ἢ ἐκ στοχασμῶν ἢ ἀπὸ γνάθων ἢ ἐκ σοφίας ἀνθρωπίνης μαθεῖν τι τοιοῦτον. Ὅτι δὲ ἡ κατασκευὴ τοῦ κόσμου ἁρμόζει τῷ δόγματι τῶν χριστιανῶν, πᾶσα, ὡς εἴρηται, κηρύττει ἡ θεία Γραφή, Μωϋσῆς τε καὶ οἱ προφῆται, ὁ ∆εσπότης Χριστὸς καὶ οἱ ἀπόστολοι, ὡς πολλάκις ἐμνημονεύσαμεν. 3.81 ∆ιεῖλε γὰρ ὁ Θεὸς τὸν ἕνα χῶρον ἀπὸ τῆς γῆς ἕως τοῦ ἀνωτέρου οὐρανοῦ μεσάσας τὸν δεύτερον οὐρανόν, ποιήσας χώρους δύο· καὶ ἀπένειμε τῇ θνητῇ καὶ τρεπτῇ ταύτῃ καταστάσει τὸν κατάγαιον χῶρον, τῇ δὲ ἀθανάτῳ καὶ ἀτρέπτῳ τὸν ἀνάγαιον χῶρον, ὃς καὶ βασιλεία οὐρανῶν κέκληται, ὥσπερ καὶ ὁ ∆εσπότης Χριστὸς λέγει περὶ τούτου ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ οὕτως· "Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ εἰσὶν ἐν τῷ οὐρανῷ." Καὶ πάλιν· "Καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου", ὡσανεὶ ἐκ τότε ἡτοιμασμένην. 3.82 Καὶ πάλιν· "Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Καὶ πάλιν· "Εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται"· τὸ "εἷς παραλαμβάνεται", ἵνα εἴπῃ ἐν τῷ οὐρανῷ, καὶ "εἷς ἀφίεται", ἵνα εἴπῃ ἐν τῇ γῇ. Καὶ πάλιν· "Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου", ὡσανεὶ εἰς τὸν οὐρανόν. Καὶ πάλιν·