1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

47

Κύριος καὶ οὐκ ἄνθρωπος", ἀμφότεροι ἱστάμενον λέγοντες καὶ πεπηγότα ἐν τῇ γῇ καὶ οὐ περιφερόμενον. Τὰ ἄκρα τοῦ οὐρανοῦ τὰ παρ' ἑκάτερα σὺν τοῖς ἄκροις τῆς γῆς εἰσὶ συνδεδεμένα, περὶ ὧν ἐν τῷ Ἰὼβ γέγραπται· "Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε, κέχυται δὲ ὥσπερ γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον." 4.6 Περὶ δὲ τῆς γῆς γέγραπται πάλιν ἐν τῷ Ἰώβ· "Ὁ κρεμνῶν τὴν γῆν ἐπ' οὐδενός", ὡσανεὶ μὴ ἔχουσαν ὑποκάτω τι. Ὁ δὲ ∆αυῒδ συμφώνως μὴ εὑρηκὼς ἐπί τινος αὐτὴν ἡδρασμένην ἔφη· "Ἐθεμελιῶσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς", ὡσανεὶ αὐτὴν ἐφ' ἑαυτὴν παρὰ Θεοῦ θεμελιωθεῖσαν, καὶ οὐχὶ ἐπί τινος. 4.7 Ὡς ἦν μὲν δυνατὸν διαγράψαι πεποιήκαμεν ἔσωθεν ἔχοντα τὸ στερέωμα καὶ τὰ ὕψη τῆς γῆς τῆς μεσοτάτης, ἧς νῦν κατοικοῦμεν, καὶ τὸν Ὠκεανὸν πέριξ αὐτῆς, καὶ ἐν αὐτῇ τοὺς τέσσαρας κόλπους εἰσβάλλοντας τοὺς πλεομένους, Ῥωμαϊκόν, Ἀράβιον, Περσικόν, Κάσπιον, ἤτοι Ὑρκανόν. Πέριξ δὲ πάλιν τοῦ Ὠκεανοῦ τὴν γῆν τὴν πέραν, ἔνθα καὶ ὁ παράδεισος κατὰ ἀνατολὰς κεῖται. ∆ιαγράφομεν τοίνυν πάλιν τὸ πλάτος τέως τῆς γῆς καὶ τοῦ Ὠκεανοῦ καὶ τῶν κόλπων καὶ τῆς πέραν γῆς καὶ τὸν παράδεισον, ἐῶντες τέως τὰ ὕψη αὐτῆς, ὅπως εὐσύνοπτος γένηται τοῖς θεωμένοις. Ἔστι δὲ τὸ σχῆμα τῆς γῆς πάσης κατ' αὐτὴν τὴν ἐπιφάνειαν καὶ τὸ πλάτος τοιόνδε. Τὸ κείμενον 4.8 Εἰς ταύτην τὴν γῆν τὴν πέραν τοῦ Ὠκεανοῦ πανταχόθεν ἄκρα τοῖς ἄκροις ὁ οὐρανὸς πρῶτος ὁ καμαροειδὴς συνδέδεται· κατὰ μὲν τὸ δυτικὸν μέρος καὶ ἀνατολικόν, τοῖχος ὀρθὸς ὡς ἄνω ἐμβαίνων εὑρίσκεται, κατὰ δὲ τὸ νότιον καὶ βόρειον τοῖχος μὲν ἴσος τὸ κάτωθεν ἕως φανεροῦ κατὰ τὸν τύπον ὄντος καμάρας, ἄνωθεν δὲ ὑψηλότατος ἑλισσόμενος ὡς θόλος λουτροῦ μεγάλη, κάτωθεν πέλμα ἔχουσα τὴν γῆν, αὐτὸς δὲ τοῖχος καὶ καμάρα ὑπάρχων. 4.9 Εἶτα καθὰ καὶ πρώην ἔφημεν πολλάκις, τὸ στερέωμα μέσα μέσοις ἐξηπλωμένον κατὰ τὸ ὕψος συνδέδεται αὐτῷ τῷ οὐρανῷ, ἵνα γένηται δύο χῶροι, ἀνάγαιον καὶ κατάγαιον. Ἔστι δὲ ὁ χῶρος ὁ εἷς, τουτέστι τὸ κατάγαιον, ἔνθα εἰσὶν ἡ γῆ καὶ τὸ ὕδωρ καὶ τὰ λοιπὰ στοιχεῖα καὶ ἄστρα, ὁ κόσμος οὗτος ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος, γῆν μὲν ἔχων ἔδαφος, τοίχους δὲ ἐκ τοῦ πρώτου οὐρανοῦ, στέγην δὲ τὸ στερέωμα· καὶ ἀπὸ τοῦ στερεώματος ἕως τῆς καμάρας τοῦ πρώτου οὐρανοῦ χῶρος δεύτερος, τουτέστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἔνθα καὶ ὁ ∆εσπότης Χριστὸς ἀναστὰς ἀπὸ τῶν νεκρῶν ἀνελήλυθε καὶ οἱ δίκαιοι μετὰ ταῦτα μέλλουσιν ἀνιέναι, οὐρανὸν μὲν ἤτοι τὸ στερέωμα ἔχων ἔδαφος καὶ οὐρανὸν τὸν πρῶτον τοίχους καὶ στέγην καμαροειδῆ. 4.10 ∆ιαγράφομεν πάλιν καὶ τὸ ὕψος καὶ σχῆμα ταύτης τῆς γῆς, ἧς νῦν οἰκοῦμεν οἱ ἄνθρωποι, ἥ ἐστιν ἔσωθεν τοῦ Ὠκεανοῦ κυκλευομένη, ἐν ᾗ εἰσι καὶ οἱ τέσσαρες κόλποι οἱ πλεόμενοι. Ἔστι δὲ τὰ ἀνατολικὰ αὐτῆς μέρη καὶ τὰ νότια χαμηλά, βόρεια καὶ δυτικὰ ὑψηλότατα, χθαμαλῶς καὶ ἀνεπαισθήτως κειμένη. Ὅσον οὖν πλάτος ἔχει ἡ γῆ, τοσοῦτον ἔχει καὶ ὕψος κατὰ τὰ βόρεια καὶ δυτικὰ μέρη. Ἔστιν οὖν κατὰ τὸ ἐνδεχόμενον διαγράψαι τὸ σχῆμα τοιόνδε. Παραγραφή 4.11 Ἡ γῆ μὲν πᾶσα τετράγωνός ἐστι, καθὰ προεγράφη. Τὸ ἀνάστημα δὲ αὐτῆς τῆς μεσοτάτης καὶ τὰ ὕψη τὰ κατὰ βόρεια καὶ δυτικὰ μέρη ἐσημάναμεν ἐνταῦθα διαγράψαντες ὅπως, μέση τυγχάνουσα καὶ πέριξ ἔχουσα τὸν Ὠκεανὸν καὶ πάλιν πέριξ τὴν ἄντικρυς γῆν, τῶν ἄστρων κυκλευόντων αὐτήν, δύναται καὶ κῶνον ἀποτελεῖν τὴν σκιὰν κατὰ τοὺς ἔξω, καὶ ὅτι καὶ κατὰ τὸ σχῆμα τοῦτο δύνανται καὶ αἱ ἐκλείψεις τῆς σελήνης ἀποτελεῖσθαι καὶ νύκτες καὶ ἡμέραι, καὶ ἡ θεία Γραφὴ μᾶλλον ἀληθεύει λέγουσα· "Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα", ὡσανεὶ τὸν ἀέρα κυκλεύων πάλιν εἰς τὸν τόπον αὐτοῦ ἐπανήκει. Τὸ κείμενον 4.12 Οὕτως οὖν ἐστιν ἐν ταύτῃ τῇ ὄψει τὰ οἰκούμενα αὐτῆς μέρη. Ἀνατέλλων οὖν ὁ ἥλιος ἐξ ἀνατολῶν καὶ διατρέχων τὸν νότον κατὰ τὰς τροπάς, πάντοτε πρὸς τὸ ὕψος τῆς γῆς ἤτοι καὶ πρὸς αὐτὴν τὴν γῆν φαίνων, ποιεῖ νύκτα περαιτέρω τοῦ ὕψους τῆς γῆς