48
κατὰ τὸν Ὠκεανὸν καὶ τὴν πέραν γῆν· καὶ πάλιν πρὸς δυσμὰς καὶ βορρᾶν γινόμενος ὑπὸ τὸ ὕψος τῆς γῆς ἐνταῦθα ποιεῖ νύκτα, ἄχρις ἂν κυκλεύων ἀναφανῇ κατὰ τὰ χθαμαλὰ μέρη τῆς ἀνατολῆς καὶ πάλιν ἀνιὼν κατὰ τὸν νότον καταλάμψῃ τόδε τὸ πᾶν. 4.13 Αἱ ἐκλείψεις οὖν τῆς σελήνης καὶ κατὰ τὸ σχῆμα τοῦτο, εἴ γε ἀληθῆ τυγχάνει κατὰ τοὺς ἔξω, δύνανται γενέσθαι ὑπὸ τὸ ὕψος τῆς γῆς γινομένου τοῦ ἡλίου, ἤγουν τῆς σελήνης. Τὴν γὰρ ἡλιακὴν ἔκλειψιν οὐκ ἀπὸ τῆς σκιᾶς τῆς γῆς γίνεσθαι λέγουσιν, ἀλλ' ἀπὸ τοῦ κατὰ κάθετον ὑπὸ κάτω εἶναι τοῦ ἡλίου τὴν σελήνην φωτιζομένην μᾶλλον τῷ μέρει, ᾧ ὁρᾷ ὁ ἥλιος, ᾧ δὲ μὴ ὁρᾷ, μὴ φωτίζεσθαι, ἀλλὰ μᾶλλον καὶ ἐμποδίζειν αὐτῷ μὴ φαίνεσθαι διατρέχουσαν ὑποκάτωθεν, ὅτε νεουμηνία δῆθέν ἐστι σεληνίου, ὅτε καὶ ἀφώτιστος τυγχάνει κατὰ τὸ μέρος αὐτῆς τὸ φαινόμενον παρ' ἡμῖν. 4.14 Οὐδὲν οὖν τὰ ἡμέτερα παραβλάψει τὰ τοιαῦτα πλὴν μόνου τοῦ κινεῖσθαι καὶ κυκλεύειν τὸν οὐρανόν, ὅπερ ἀνατροπή ἐστι πάσης ὁμοῦ τῆς θείας Γραφῆς, Παλαιᾶς τε καὶ Καινῆς ∆ιαθήκης καὶ τοῦ δόγματος τοῦ χριστιανικοῦ. Ζητῆσαι δὲ περαιτέρω τούτων ἡμῖν οὐ σχολήἀνωφελὴς γὰρ ἡ τοιαύτη γνῶσις, τῆς ἐπωφελοῦς μᾶλλον γινόμενοι γνώσεως, ἥτις ἐλπίδα χρηστὴν καὶ ὠφελίμην ἐμποιεῖ ταῖς ἡμετέραις ψυχαῖς, ἣν καὶ ἐπηγγείλατο ὁ Θεὸς διδόναι μᾶλλον τοῖς αὐτῷ πιστεύουσι, τοῖς δὲ ἀπιστοῦσι δίκην ὀλέθριον. 4.15 ∆είξωμεν δὲ σὺν Θεῷ, διαγράφοντες ἐξ ἀντιστρόφου, τὸ σχῆμα τῆς γῆς τὸ κατὰ τὸ βόρειον μέρος, ἵνα δυνηθῶμεν ἐκ μέρους πάλιν διαγράψαι τῶν ἄστρων τὸν κύκλον. Ἔστι δὲ οὕτως. Ἡνίκα οὖν ἔνθεν δύνων ὁ ἥλιος διατρέχει κατὰ τὴν διακονίαν τῶν ἀοράτων ∆υνάμεων, καθὰ τῇ θείᾳ Γραφῇ δοκεῖ, νύκτα κατὰ τὸ ἕτερον μέρος, τουτέστι τὸ οἰκούμενον, ποιεῖ· ἡνίκα δὲ ἐκεῖθεν διατρέχει, ἐνθάδε νύκτα ποιεῖ. Συλλήβδην δὲ κατὰ τὸ ἐνδεχόμενον πάλιν διαγράψωμεν τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἔστι δὲ οὕτως. Καὶ ταῦτα μέν, ὅσον ἐνεδέχετο διαγραφῆναι, πεποιήκαμεν ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ. ∆ιαγράψωμεν τοίνυν καὶ κατὰ τοὺς ἔξω τὴν σφαῖραν καὶ ἴδωμεν εἰ δυνατόν, καθά φασι, κινεῖσθαι. Παραγραφή 4.16 Τοῦτο πάλιν τὸ μέρος τῆς γῆς, τὸ ἐπέκεινα τοῦ βορρᾶ, ἐστὶ τὸ ἀοίκητον, ἔνθα διατρέχουσιν ἀπὸ δύ σεως διὰ τοῦ βορρᾶ ἐπὶ ἀνατολάς, ὀρθὸν ὡς ἐπὶ τοίχου ὑπάρχον, ἐν ᾧ γινόμενος ὁ ἥλιος εἰς τὸ ἄλλο μέρος αὐτῆς, τὸ οἰκούμενον, νύκτα ἀπεργάζεται. Κατὰ διάμετρον οὖν τοῦ πλάτους τῶν οἰκουμένων αὐτῆς μερῶν εὑρίσκεται ὕψος ἔχουσα ἐν τούτῳ τῷ μέρει, ἀποκάτωθεν τοῦ Ὠκεανοῦ ἕως ἄνω τοῦ ὕψους αὐτῆς· ὅθεν μεσάζουσα τῷ φωτὶ τῶν ἄστρων, αἱ νύκτες καὶ τὰ ἄλλα πάντα ἐπακολουθοῦσιν. Παραγραφή 4.17 Ἀνάγκη ζητῆσαι τοὺς χριστιανίζειν ἐθέλοντας ἀπὸ τούτων τῶν ὀκτὼ ἢ ἐννέα οὐρανῶν, εἰς ποῖον αὐτῶν ἀνελήφθη ὁ Χριστός, ἔνθα καὶ αὐτοὶ ἐλπίζουσιν ἀνελθεῖν, καὶ τί τὸ χρήσιμον τῶν ἄλλων ἑπτὰ ἢ ὀκτὼ οὐρανῶν. Ἡμεῖς μὲν γὰρ ὑποτιθέμενοι τὸ πρότερον σχῆμα, καθὰ τῇ Γραφῇ δοκεῖ, δύο χώρους λέγομεν γεγενῆσθαι, ἕνα ἁρμόζοντα ταύτῃ τῇ καταστάσει καὶ τὸν ἄλλον ἕνα ἁρμόζοντα τῇ μελλούσῃ, ἐπειδὴ καὶ ἐλπίδα τοιαύτην κεκτήμεθα κρείττονα οὖσαν τῆς ἐνθάδε ζωῆς. Καὶ ὑμεῖς, ἐὰν τοιαύτην ἐλπίδα ὡς χριστιανοὶ κέκτησθε, ἀνάγκη ἀπαιτηθήσεσθαι τὸ χρήσιμον τῶν ἄλλων ἑπτὰ ἢ ὀκτὼ οὐρανῶν. Οἱ γὰρ ἔξωθεν, οἱ δοξάζοντες τὴν σφαῖραν, ἑαυτοῖς ἀκολουθοῦντες, οὔτε τοιαύτην ἐλπίδα ἐλπίζουσιν, οὔτε ὕδατα ἐπάνω τοῦ οὐρανοῦ εἶναι λέγουσιν, οὔτε συντέλειαν ἄστρων καὶ τοῦ κόσμου καταδέχονται ὁμολογεῖν. 4.18 Ἔτι. Εἰ ἡ ἀπλανὴς σφαῖρα τὰς ἄλλας βίᾳ συμπεριφέρει ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, ἡ ἔμπαλιν ἀναδρομὴ τῶν ἑπτὰ πλανητῶν πόθεν γίνεται; Τῶν σφαιρῶν τὸ ἔμπαλιν κινουμένων, ἢ αὐτῶν τῶν ἄστρων; Ἀλλ' εἰ μὲν τῶν σφαιρῶν, πῶς δυνατὸν κατὰ ταὐτὸν καὶ ἐπὶ δυσμὰς καὶ ἐπὶ ἀνατολὰς περιφέρεσθαι; Εἰ δὲ τῶν ἄστρων, πῶς οὐράνια σώματα διατέμνουσιν οἱ πλανῆται; Ἆρ' οὐ πρόδηλον ὅτι σῶμα διατεμνόμενον οὐράνιον οὐκ ἔστιν; Εἰ μὴ γὰρ φθαρτὸν εἴη, οὐκ ἂν τμηθείη. Πῶς οὖν τὰ τοιαῦτα ὑποτίθεσθε; 4.19 Ἔξωθεν ταύτης μὴ τόπου οἱουδήποτε, μὴ σώματος, μὴ στοιχείου, μή τινος τῶν τοῦ κόσμου μερῶν