1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

51

ἐγενόμεθα, μέλλομεν δὲ ἐκ τῶν νεκρῶν ἀνίστασθαι. Εἰ μὴ γὰρ ὁ ∆εσπότης Χριστὸς μόνος κατὰ σάρκα, ἕτερος ἐντὸς τῶν πραγμάτων οὐκ ἐγένετο, πρῶτος πάντων αὐτὸς ἀναστὰς ἀπὸ τῶν νεκρῶν. 5.7 Κατασπευδόντων τῶν Αἰγυπτίων τοὺς Ἰσραηλίτας ἐξελθεῖν ἐκ τῆς Αἰγύπτου, αὐτὸ τὸ σταὶς αὐτῶν, ὃ ἐφύρασαν εἰς ἀζύμους, μὴ καταλαβόντες ὀπτῆσαι ἐπ' ὤμων ἔλαβον. Ἐξελθόντων οὖν αὐτῶν καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ προσεγγιζόντων, ὁ αἰγύπτιος Φαραὼ μεταμεληθεὶς καὶ στρατοπεδεύσας κατεδίωξεν ὄπισθεν, φθάσας δὲ αὐτοὺς πλησίον τῆς θαλάσσης, ἀπέναντι τῆς ἐπαύλεως, ἀναμέσον Μαγδώλου καὶ ἐξ ἐναντίας Βεελσεφών. Λοιπὸν ἤδη ἑσπέρας καταλαβούσης, τὴν νύκτα ἐκείνην ὁ στῦλος τῆς νεφέλης, ἤτοι τοῦ πυρός, ὁ διαπαντὸς προάγων καὶ καθοδηγῶν αὐτούς, ἐλθὼν ὄπισθεν αὐτῶν ἐκώλυσε τοὺς Αἰγυπτίους συμμῖξαι τοῖς Ἰσραηλίταις. Εἶτα λοιπὸν ἡμέρας μελλούσης γίνεσθαι, βοησάντων πρὸς Θεὸν τῶν Ἰσραηλιτῶν, κελεύει ὁ Θεὸς τῷ Μωϋσῇ τύψαι τῇ ῥάβδῳ τὴν θάλασσαν καὶ διαρρῆξαι αὐτήν. Ποιήσας οὖν τὸ προσταχθὲν καὶ τύψας διαιρεῖ τὸ ὕδωρ ἔνθεν κἀκεῖθεν τεῖχος γενόμενον, καὶ διαπερῶσιν οἱ Ἰσραηλῖται. Οἱ Αἰγύπτιοι δὲ μετὰ τῶν ἁρμάτων πάντες, ὅτε κατὰ μέσον ἐγένοντο τῆς θαλάσσης διώκοντες τοὺς Ἰσραηλίτας, τοῦ ὕδατος ἐπαναστρέψαντος ἐπ' αὐτοὺς θεηλάτῳ ὀργῇ, ἀπώλοντο καταποντωθέντες. 5.8 Ἔστι δὲ αὐτὸς ὁ τόπος ἐν τῷ λεγομένῳ Κλύσματι, ἀπερχομένων δεξιᾷ ἐπὶ τὸ ὄρος· ἔνθα καὶ τὰ ἴχνη τῶν τροχῶν τῶν ἁρμάτων αὐτῶν φαίνονται, ἕως θαλάσσης ἀπὸ ἱκανοῦ τόπου φαινόμενα καὶ εἰσέτι καὶ νῦν σῳζόμενα εἰς σημεῖον τοῖς ἀπίστοις, οὐ τοῖς πιστοῖς. Παραγραφὴ εἰς τὴν σύλληψιν τοῦ Κυρίου 5.9 Τοῦ Ζαχαρίου δεκάτῃ τοῦ ἑβδόμου μηνὸς εἰσελθόντος εἰς τὸν ναὸν κατὰ τὴν τοῦ νόμου παράδοσιν καὶ εὐαγγελισθέντος ποιῆσαι τὸν Ἰωάννην ἐκ τῆς Ἐλισάβετ, τῷ ἕκτῳ μηνὶ αὐτῆς καὶ ἡ Παρθένος εὐηγγελίσθη, ὡς εἶναι τῷ πρώτῳ μηνὶ ἀρχήν. ∆εκάτῃ γὰρ τοῦ ἑβδόμου μηνὸς εὐαγγελισθεὶς ὁ Ζαχαρίας καὶ ἐν αὐτῷ τῷ μηνὶ καὶ ἡ Ἐλισάβετ συλλαβοῦσα, δῆλον ὅτι ἓξ ἦσαν μῆνες παρελθόντες τοῦ ἐνιαυτοῦ καὶ ἓξ ἔτι λοιπαζόμενοι παρὰ τὰς δέκα ἡμέρας ἐκείνας, ἢ καὶ ἄλλας δύο ἢ τρεῖς ἢ ἑπτά, ἕως ὅτε ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ ὁ Ζαχαρίας, ὡς εἶναι ἡμέρας ρξηʹ ἢ ρξζʹ ἢ ρξγʹ. Ἡ ἀρχὴ οὖν τῆς συλλήψεως τοῦ Κυρίου, τουτέστιν ἡ ἀρχὴ τοῦ πρώτου μηνός, ἕκτος μὴν ἦν πάντως τῇ Ἐλισάβετ, κατὰ τὴν τῶν Εὐαγγελίων παράδοσιν· ἀεὶ γὰρ ὁ Θεὸς ταύτην τὴν τάξιν ἐφύλαξε καὶ φυλάττει. Ἔνεστι δὲ γνῶναι, ἐπειδὴ καὶ πάντες αὐτὴν τὴν γένναν τοῦ Χριστοῦ πληρουμένου τοῦ ἐννάτου μηνὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πρώτου μηνὸς ποιοῦμεν, τουτέστι Χοιὰκ κηʹ. 5.10 Οἱ δὲ Ἱεροσολυμῖται, ὡς ἐκ τοῦ μακαρίου Λουκᾶ λέγοντος περὶ τοῦ βαπτισθῆναι τὸν Κύριον "ἀρχόμενος ὡς ἐτῶν τριάκοντα", τοῖς Ἐπιφανίοις ποιοῦσι τὴν γένναν. Καὶ ἀληθεύει μὲν καὶ ὁ εὐαγγελιστὴς καὶ οἱ Ἱεροσολυμῖται· οὐχ ἡ ἀκρίβεια δὲ οὕτως ἔχει, ἀλλ' ἐν αὐτῇ τῇ γέννᾳ ἐγένετο καὶ τὸ βάπτισμα, ὥς φασι καὶ ὁ Λουκᾶς καὶ οἱ Ἱεροσολυμῖται. 5.11 Ἐξ ἀρχαιόθεν δὲ ἡ Ἐκκλησία, ἵνα μὴ τὰς δύο ἑορτὰς ὁμοῦ ποιοῦσα λήθην ποιήσῃ μιᾶς ἐξ αὐτῶν, ἐνομοθέτησε μεσάζειν δώδεκα ἡμέρας κατὰ τὸν ἀριθμὸν τῶν ἀποστόλων καὶ οὕτως γίνεσθαι τὴν ἑορτὴν τῶν Ἐπιφανίων, ὥσπερ ἐνομοθέτησε καὶ τὴν τεσσαρακονθήμερον νηστείαν τοῦ Κυρίου, ἣν πρὸς τὸν διάβολον μέλλων ἀγωνίζεσθαι ἐνήστευσε, συντελεῖσθαι ἐν τῇ τοῦ Κυρίου ἀναστάσει, ἵνα καὶ ἡμεῖς κατὰ τὸν τύπον, ὅσον ἐνδέχεται, ἀγωνιζόμενοι καὶ μιμούμενοι παραλάβωμεν τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου· οὐ μέντοι ταῖς αὐταῖς ἡμέραις ἐγένετο. Οὕτως οὖν καὶ τὰ Ἐπιφάνια τοῦ ∆εσπότου ἡμῶν Χριστοῦ ἐνομοθέτησε γίνεσθαι μετὰ δεκαδύο ἡμέρας τῆς γενέσεως αὐτοῦ. 5.12 Μόνοι δὲ οἱ Ἱεροσολυμῖται ἐκ στοχασμοῦ πιθανοῦ, οὐκ ἀκριβῶς δέ, ποιοῦσι τοῖς Ἐπιφανίοις· τῇ δὲ γέννᾳ μνήμην ἐπιτελοῦσι τοῦ ∆αυῒδ καὶ Ἰακώβου τοῦ ἀποστόλου, οὐ πάντως τῇ αὐτῇ ἡμέρᾳ καὶ τῶν δύο τελευτησάντων, ἀλλ', ὥς γε οἶμαι, ἵνα καὶ αὐτοὶ μὴ ἔξωθεν τῆς ἑορτῆς μείνωσι, τῶν κατὰ σάρκα συγγενῶν τοῦ Χριστοῦ ἐκτελοῦσι μνήμην, πάντες τὸν Θεὸν διὰ πάντων