52
δοξάζοντες. Ἀμήν. Ἡ μετὰ τὴν ἔξοδον ἐν ἐρήμῳ τῶν Ἰσραηλιτῶν διάβασισ 5.13 Παρελθόντων οὖν τῶν Ἰσραηλιτῶν εἰς τὸ πέραν, εἰς τὸν λεγόμενον Φοινικῶνα, ἤρξαντο βαδίζειν τὴν ἔρημον Σούρ, τοῦ Θεοῦ ἡμέρας νεφέλην αὐτοῖς εἰς σκέπην διαπεταννύντος ἀπὸ τοῦ καύσωνος τοῦ ἡλίου καὶ ὁδηγῶν αὐτοὺς ἐν αὐτῇ καὶ νυκτὸς ἐν στύλῳ πυρὸς φαίνων καὶ καθοδηγῶν αὐτοὺς πᾶσαν τὴν ἔρημον, καθὼς γέγραπται· "∆ιεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα." Ἔστιν οὖν καταγράψαι καὶ τοῦτο τοιῶσδε. 5.14 Εἶτα πάλιν ὁδεύσαντες ἀπὸ τῆς Μερρᾶς ἦλθον εἰς Ἐλείμ, ἣν νῦν καλοῦμεν Ῥαϊθοῦ, ἔνθα ἦσαν δεκαδύο πηγαὶ καὶ ἑβδομήκοντα στελέχη φοινίκων· αἱ μὲν πηγαὶ εἰσέτι καὶ νῦν σῴζονται, οἱ δὲ φοίνικες πολὺ πλείους ἐγένοντο. Ἕως δὲ τῶν ἐνταῦθα δεξιᾷ τὴν θάλασσαν εἶχον καὶ ἐξ εὐωνύμων τὴν ἔρημον· ἀπὸ δὲ τῶν ἐνταῦθα τὴν ἄνω ἐπὶ τὸ ὄρος βαδίζουσιν ὀπίσω λοιπὸν τὴν θάλασσαν ἐάσαντες, τὰ πρόσω δὲ τὴν ἔρημον βαδίζοντες. Ἔνθα γενομένων ἀνὰ μέσον Ἐλεὶμ καὶ τοῦ Σιναίου ὄρους, ἐκεῖ κατελήλυθεν ἐπ' αὐτοὺς τὸ μάννα· ἔνθα καὶ πρώτως ἐσαββάτισαν κατὰ τὰς ἐντολάς, ἃς δέδωκεν ὁ Θεὸς τῷ Μωϋσῇ ἀγράφως ἐν Μερρᾷ. Ἔστιν οὖν καὶ ταῦτα διαγράψαι οὕτως. 5.15 Καταντήσαντες ἐνταῦθα εἰς Ἐλεὶμ ἀπὸ τῆς Μερρᾶς καὶ πάλιν ὁδεύσαντες ἀνὰ μέσον Ἐλεὶμ καὶ τοῦ Σιναίου ὄρους εἰς τὴν ἔρημον, εἰς ἣν ἐκεῖ καὶ ὀρτυγομήτρα κατῆλθεν ἐπ' αὐτοὺς εἰς ἑσπέραν καὶ εἰς τὸ πρωῒ τὸ μάννα· ἐκεῖ πάλιν ἤρξαντο πρῶτον σαββατίζειν, τοῦ μάννα διατηρουμένου ἀπὸ τῆς ἕκτης καὶ τοῦ σαββάτου, ἐν ἄλλῃ δὲ ἡμέρᾳ μὴ δυναμένου μεῖναι, ἀλλ' ἐπόζοντος καὶ ἀφανιζομένου· καὶ διὰ τοῦτο διδασκόμενοι σαββατίζειν· ἠθέλησαν γάρ τινες καὶ τῷ σαββάτῳ συλλέξαι καὶ οὐχ εὗρον, καθὰ γέγραπται. 5.16 Εἶτα πάλιν παρενέβαλον εἰς Ῥαφιδίν, εἰς τὴν νῦν λεγομένην Φαράν. Καὶ διψήσαντες, πορεύεται κατὰ πρόσταξιν Θεοῦ ὁ Μωϋσῆς μετὰ τῶν πρεσβυτέρωνκαὶ ἡ ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦεἰς Χωρὴβ τὸ ὄρος, τουτέστιν ἐν τῷ Σιναίῳ ἐγγὺς ὄντι τῆς Φαρὰν ὡς ἀπὸ μιλίων ἕξ. Καὶ ἐκεῖ πατάξαντος τὴν πέτραν, ἐρρύησαν ὕδατα πολλὰ καὶ ἔπιεν ὁ λαός, καθάπερ καὶ ∆αυῒδ ἐν Ψαλμοῖς βοᾷ· "∆ιέρρηξε πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ", καὶ πάλιν· "∆ιέρρηξε πέτραν καὶ ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί", καὶ πάλιν· "Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα." 5.17 Ὁ δὲ ἀπόστολος Παῦλός φησιν· "Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός", ἵνα εἴπῃ· Ὥσπερ ἐκείνους ἐκ τῆς πέτρας δαψιλὲς ὕδωρ ἀκολουθοῦν ἀφθόνως ἐπότιζεν, οὕτως ἡμῖν ζωοποιὰ νάματα παρέχεται ὁ Χριστὸς διὰ τῶν μυστηρίων, οὗ τύπος ἦν ἡ πέτρα. 5.18 Κἀκεῖ δὲ πάλιν καταπολεμήσαντες τὸν Ἀμαλὴκ ἐτροπώσαντο· ἐκεῖ πάλιν ὑπαντᾷ Ἰοθὼρ τῷ γαμβρῷ αὐτοῦ τῷ Μωϋσῇ μετὰ τῶν δύο παίδων αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ· ἦν γὰρ ὁ Μωϋσῆς ἀποστρέψας τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα, ἡνίκα εἶδε τὴν ὀπτασίαν τοῦ ἀγγέλου ἐν τῇ ἐρήμῳ καὶ ἐμαλακίσθη· ἔνθα καὶ τὸν ἄλλον υἱὸν ἡ Σεπφώρα ἀκρόβυστον ὄντα περιέτεμεν. Ἔστιν οὖν καὶ ταῦτα διαγράψαι οὕτως. 5.19 Τρίτῳ δὲ μηνὶ ἦλθον εἰς τὸ ὄρος τὸ Σινᾶ, καὶ διαφόρως λαλήσας τῷ Μωϋσῇ ἐν στύλῳ νεφέλης, μετὰ ταῦτα δείκνυσιν ὁ Θεὸς τῷ λαῷ τὴν φοβερὰν ἐκείνην ὀπτασίαν, ὥστε πτοεῖσθαι τὸν λαὸν καὶ φοβεῖσθαι σφόδρα, τοῦ ὄρους φλεγομένου καὶ τοῦ καπνοῦ ὡς ἀπὸ καμίνου ἀνίοντος· καὶ σκότος καὶ γνόφος παρῆν καὶ θύελλα καὶ φωναὶ σαλπίγγων ἠχουσῶν ἐγίνοντο. Κἀκεῖ ἀναγαγὼν τὸν μέγα Μωϋσέα καὶ κρύψας ἐν τῇ νεφέλῃ ἄσιτον ἐπὶ τεσσαράκοντα ἡμέρας τότε δείκνυσιν αὐτῷ δι' ὀπτασιῶν πῶς ἤρξατο ποιῆσαι τὸν κόσμον· καὶ παρέτεινε τὴν ποίησιν ἐπὶ ἓξ ἡμέραις καὶ τῇ ἑβδόμῃ κατέπαυσε. Καὶ οὕτως δίδωσι τὸν νόμον ἐγγράφως· ἔστιν οὖν ἡ διαγραφὴ τῶν προειρημένων οὕτως. Λαὸς Ἰσραηλιτῶν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἀπὸ τοῦ Ῥαφιδὶν ἀπερχόμενος Μωϋσῆς δεχόμενος τὸν νόμον παρὰ Θεοῦ 1. Μωϋσῆς ἔσωθεν τῆς νεφέλης ἄβρωτος διαμείνας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα. 2. Λαὸς Ἰσραηλιτῶν θαυμάζοντες