1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

53

ἐπὶ τῇ φοβερᾷ ὀπτασίᾳ τοῦ ὄρους φλεγομένου καὶ καπνιζομένου. 3. Μωϋσῆς τὸν νόμον λαμβάνων παρὰ Θεοῦ. 4. Ἐνταῦθα ἠξιώθη ὁ μέγας Μωϋσῆς μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἐν ἄλλαις ἓξ ἡμέραις ἰδεῖν δι' ὀπτασιῶν, πῶς ἐν ταῖς ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς· κατὰ τάξιν μιᾶς ἑκάστης ἡμέρας ὁ Θεὸς κατεθάρρησε καὶ συγγράψαι ταῦτα, δοξασθεὶς καὶ τὸ πρόσωπον ὑπὸ τοῦ Θεοῦ. Τὸ κείμενον 5.20 Λοιπὸν κατεληλυθότος αὐτοῦ ἐκ τοῦ ὄρους προστάττεται ὑπὸ Θεοῦ ποιεῖν τὴν σκηνήν, ἣ τύπος ἦν ὧν ἑωράκει ἐν τῷ ὄρει, λέγω δὴ τοῦ παντὸς κόσμου τὸ ἐκμαγεῖον· "Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει." Ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολος τὴν μὲν πρώτην σκηνὴν τύπον τοῦ κόσμου τούτου ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ εἶπεν εἶναι· φησὶ γάρ· "Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια." Εἰπὼν μὲν αὐτὴν "κοσμικόν", ὡσανεὶ τύπον τοῦ κόσμου τούτου, ἐπήνεγκεν· "Ἐν ᾗ ἥ τε λυχνία", ἵνα εἴπῃ τοὺς φωστῆρας, "καὶ ἡ τράπεζα", τουτέστιν ἡ γῆ, "καὶ ἡ πρόθεσις τῶν ἄρτων", ἵνα εἴπῃ τοὺς ἐνιαυσίους καρποὺς αὐτῆς, "ἥτις, φησί, λέγεται Ἅγια", ἵνα δηλώσῃ τὴν πρώτην σκηνήν. 5.21 Εἶτα καὶ περὶ τῆς δευτέρας φησί· "Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος", καὶ πάλιν· "Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος", καὶ πάλιν· "Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ", "ἀληθινὴν" μὲν σκηνὴν τὸν οὐρανὸν εἰπών, "ἀντίτυπα" δὲ τὰ διὰ τοῦ Μωϋσέως κατασκευασθέντα· ὅθεν τὰ Μωϋσέως "χειροποίητα" καλεῖ, τὰ δὲ ἀληθινὰ "ἀχειροποίητα". 5.22 Προσταχθεὶς οὖν ποιῆσαι, ποιεῖ, καθὼς ἐδείχθη αὐτῷ τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τὸ ἱλαστήριον τὸ ἐπάνω καὶ τὰ δύο Χερουβὶμ ἐκτείνοντα τὰς πτέρυγας καὶ συσκιάζοντα ἐπάνωθεν τὸ ἱλαστήριον, ὁμοίως καὶ τὸ καταπέτασμα καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὰς αὐλαίας τῆς σκηνῆς, ἵνα εἴπῃ τὰ σκεπάσματα τὰ πρῶτα, καὶ τὰς δέρρεις τὰς τριχίνας τὰς ἀπὸ ἐρίων αἰγῶν, ἵνα εἴπῃ στυπτά, πάλιν καὶ αὐτὰ δεύτερα σκεπάσματα τῆς σκηνῆς, ὁμοίως καὶ τὰ τρίτα ἐκ δερμάτων πυρρῶν καὶ ἀερινῶν, ἃς ἐκάλουν διφθέρας, ποικίλα πάντα, θαυμαστά. Ἔστι δὲ ἡ διαγραφὴ τῆς σκηνῆς οὕτως. 1. Τὰ ὀπίσθια τῆς σκηνῆς· στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα καὶ δύο στῦλοι εἰς τὰς γωνίας ἀπὸ πήχεως ἥμισυ γίνονται τῶν ὀκτὼ στύλων πήχεις δέκα· τοῦτο τὸ πλάτος τῆς σκηνῆς. 2. Ἔχουσα βῆλον συρτὸν λεγόμενον ἐπίσπαστρον. 3. Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι. 4. Μοχλὸς μέσος διὰ τῶν σανίδων διϊκνούμενος. 5. Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι. 5.23 Οἱ εἴκοσι στῦλοι εἴκοσι σανίδες εἰσὶν ἱστάμεναι, ἀπὸ πήχεως μιᾶς ἥμισυ τὸ πλάτος ἑκάστης σανίδος· γίνονται τῶν εἴκοσι στύλων πήχεις τριάκοντα· τοῦτο τὸ μῆκος τῆς σκηνῆς. Αἱ βάσεις δὲ αὐτῶν διπλαῖ ἦσαν ἔσωθεν καὶ ἔξωθεν περιστῶσαι τὴν σανίδα· ἀργυραῖ δὲ ἦσαν αἱ βάσεις. Αἱ δὲ κεφαλίδες ἁπλαῖ ἦσαν, χρυσαῖ δέ, ὁμοίως καὶ αἱ ψαλίδες καὶ αἱ σανίδες καὶ οἱ μοχλοὶ καὶ οἱ ἀγκωνίσκοι. Οἱ δὲ ἀγκωνίσκοι εἰσὶ δύο ξύλα χρυσέμπαστα καὶ καθηλωμένα εἰς ἑκάστην σανίδα, στρεφόμενα καὶ ἀντιπίπτοντα ἀλλήλοις, ἵνα συνδεσμεύωσι πάσας τὰς σανίδας. Αὐτοὶ οἱ ἀγκωνίσκοι καὶ οἱ μοχλοὶ διὰ τῶν δακτυλίων, ἤτοι τῶν ψαλίδων, διϊκνούμενοι ἐδέσμευον ἀσφαλῶς πᾶσαν τὴν σκηνήν. Ὁ δὲ πέμπτος μοχλὸς ὁ μέσος οὐ διὰ τῶν δακτυλίων ᾔρετο, ἀλλὰ διὰ μέσου τῶν σανίδων