1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

55

τὴν δευτέραν σκηνὴν ἔκειτο. Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔγκεινται ταῖς Ἐπιστολαῖς τοῦ Ἀποστόλου καὶ πάσῃ τῇ θείᾳ Γραφῇ. Τὸ κείμενον 5.30 Αὕτη ἡ διαγραφὴ τῆς σκηνῆς γυμνῆς. Τὰ δὲ πρῶτα αὐτῆς σκεπάσματα ἦν ὑφαντὰ ποικίλα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κεκλωσμένης βύσσου καὶ κοκκίνου ὥσπερ καὶ τὸ καταπέτασμα, ἃ καὶ αὐλαίας καλεῖ ἡ Γραφή. Ἦσαν δὲ ὡς κορτίναι ἐπιμήκεις· εἴκοσι ὀκτὼ πήχεων ἦν τὸ μῆκος τῆς μιᾶς καὶ τέσσαρες πήχεις τὸ πλάτος. Πέντε δὲ αὐλαίας ὁμοῦ κεκολλῆσθαι λέγει καὶ πάλιν ὁμοίως πέντε· λοιπὸν συμβολὴ τῶν πέντε καὶ πέντε καταμέσοθεν, εἰς τὸ χεῖλος τῆς μιᾶς κρίκοι, καὶ εἰς τὸ χεῖλος τῆς ἑτέρας ἀγκύλαι. Καὶ ᾖρον τὰς ἀγκύλας ἐπὶ τοὺς κρίκους καὶ συνεδέσμευον τὰς δέκα ὁμοῦ, ὡς ἐπὶ τῶν λεγομένων σιγιστροπυλῶν ἢ στρωματοδέσμων ἢ ὡς καὶ ἐπὶ τῶν δισσακίων. Ὅτε δὲ διῄρουν τὴν σκηνὴν ἐν τῇ ἀπαρτίᾳ, πέντε ἦσαν καὶ πέντε, καὶ αὐταὶ διαιρούμεναι καὶ βασταζόμεναι. 5.31 Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν δευτέρων σκεπασμάτων ἐποίουν, τῶν ἀπὸ τῶν αἰγείων ὄντων δὲ στυπτῶν, ἃς καὶ δέρρεις ἐκάλουν. Ἕνδεκα μὲν ἦσαν· τριάκοντα δὲ πηχῶν ἦν ἡ μία, τεσσάρων δὲ πηχῶν πάλιν τὸ πλάτος. Ἦσαν δὲ ὁμοῦ πέντε καὶ ἄλλαι ἓξ ὁμοῦ· καὶ συνήπτοντο πάλιν διὰ τῶν ἀγκύλων καὶ τῶν κρίκων, καὶ ἐγίνετο πάλιν ἡ πᾶσα μία. Τὸ μῆκος οὖν τῆς σκηνῆς πηχῶν ἦν τριάκοντα. Εἴκοσι γὰρ στῦλοι ἦσαν, ἵνα εἴπῃ σανίδες, ἀπὸ πήχεως μιᾶς ἥμισυ τὸ πλάτος, γίνονται πήχεις τριάκοντα· εἶτα καὶ τὸ πλάτος, στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα· καὶ εἰς τὰς γωνίας στῦλοι δύο ἀπὸ πήχεως τὸ ἥμισυ γίνονται τῶν ὀκτὼ στύλων πήχεις δέκα, πάντοθεν ἠσφαλισμένοι ἀπὸ τῶν μοχλῶν. 5.32 Αἱ αὐλαῖαι οὖν συναπτόμεναι αἱ δέκα ἐποίουν εἰς πλάτος πήχεις τεσσαράκοντα καὶ ἐκάλυπτον ὅλον τὸ μῆκος τῆς σκηνῆς καὶ τὸν ὄπισθεν τοῖχον ἔχοντα ὕψος πήχεις δέκα· ὁμοῦ πήχεις τεσσαράκοντα. Οἱ δὲ εἴκοσι ὀκτὼ πήχεις τὸ μῆκος τῶν αὐλαίων ἐκάλυπτον τὸ πλάτος τῆς σκηνῆς, τουτέστι πήχεις δέκα, καὶ δύο τοίχων τῶν παρ' ἑκάτερα τὸ ὕψος ἀπὸ πηχῶν δέκα, γίνονται ἄλλοι πήχεις εἴκοσι· ὁμοῦ πήχεις τριάκοντα. Ἦσαν δὲ ἀπὸ εἴκοσι ὀκτώ· εὔδηλον παρὰ ἕνα πῆχυν ἔσκεπε τὸν ἕνα τοῖχον καὶ τὸν ἕτερον παρὰ πῆχυν ἕνα. Αἱ δὲ δέρρεις, αἱ ἀπὸ στυπτῶν, καὶ τοὺς ἄλλους δύο πήχεις ἔσκεπον· ἦσαν γὰρ ἀπὸ πήχεων τριάκοντα τὸ μῆκος ἑκάστης· ἡ δὲ περισσὴ μία δέρρις εἰς τὴν θύραν τῆς σκηνῆς κατεκεχάλαστο. ∆ιαγράφομεν οὖν καὶ αὐτῶν τὸ εἶδος. Ἔστιν οὖν οὕτως, ἅμα καὶ τὰ τρίτα σκεπάσματα τὰ ἀπὸ δερμάτων. Ἑπτὰ λύχνοι, λαβίδες, ἐπαρυστρίδεσ 5.33 Αὕτη ἡ λυχνία ἑπτὰ λύχνους ἔχουσα, εἰς νότον κειμένη τῆς σκηνῆς, τύπος ἦν τῶν φωστήρων, ἐπειδήπερ, κατὰ τὸν σοφὸν Σολομῶντα, ἀνατέλλοντες οἱ φωστῆρες καὶ εἰς νότον διατρέχοντες ἐπὶ τὸν βορρᾶν τῇ γῇ φαίνουσι. Καὶ πάλιν ἑπτά εἰσι διὰ τὴν ἑβδομάδα τῶν ἡμερῶν, ἐπειδὴ πᾶς ὁ χρόνος ἀπὸ ἑβδομάδων ἀρχόμενος καὶ μῆνες ἀποτελοῦνται καὶ ἐνιαυτός. Ἐκ τοῦ δὲ ἑνὸς μέρους κελεύει ἀνάπτειν αὐτούς, ἐπειδήπερ ἔκειτο κατὰ τὸν βορρᾶν ἡ τράπεζα, ἵνα ἀπὸ τοῦ νότου ἐπὶ τὸν βορρᾶν φαίνωσιν. Οὕτως γὰρ καὶ περὶ τῶν φωστήρων ὁ Σολομῶν λέγει· "Ἀνατέλλων αὐτὸς ἐκπορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα." Ἀπὸ τῶν οὖν καθολικωτέρων καὶ ὁ Σολομῶν καὶ ὁ Μωϋσῆς ἐξεῖπον περὶ τῶν φωστήρων. ∆ιαγράψομεν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν. Ἔστιν οὗν καὶ αὐτὰ οὕτως. Παραγραφή 5.34 Αὕτη δὲ ἡ τράπεζα τύπος ἐστὶ τῆς γῆς. Οἱ δὲ ἄρτοι οἱ καρποὶ αὐτῆς εἰσι· δώδεκα δὲ σύμβολον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυσιαίου κύκλου. Αἱ τέσσαρες οὖν γωνίαι τέσσαρές εἰσι τροπαὶ τοῦ ἐνιαυτοῦ ἀπὸ μηνῶν τριῶν. Τὸ δὲ κυμάτιον, τὸ στρεπτὸν τῷ κύκλῳ, τὴν θάλασσαν πᾶσαν σημαίνει, τὸν λεγόμενον παρὰ τοῖς ἔξω Ὠκεανόν. Τὴν δὲ στεφάνην τὴν πέριξ τὴν πέραν γῆν τοῦ Ὠκεανοῦ σημαίνει, ἔνθα καὶ ὁ παράδεισός ἐστιν. Τὸ κείμενον 5.35 Πάλιν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ βύσσου καὶ κοκκίνου κελεύει γίνεσθαι, ποικίλον κατὰ τὰ τέσσαρα στοιχεῖα, ἤτοι καὶ πρὸς εὐπρέπειαν. Φανερὰ γὰρ καὶ εἰς τύπον ἐγένοντο, φανερὰ γὰρ καὶ εἰς εὐπρέπειαν καὶ εἰς λειτουργίαν. Καὶ